호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἀντ ἀγαθῶν ἀγαθοῖσι βρύοις, δῖε Πελασγῶν.? πέμψον δὲ πρόφρων δεῦρ ἡμέτερον πατέρ εὐθαρσῆ Δαναόν, πρόνοον καὶ βούλαρχον. τοῦ γὰρ προτέρα μῆτις, ὅπου χρὴ δώματα ναίειν καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν ψόγον ἀλλοθρόοις εὔτυκος: εἰή δὲ τὰ λῷστα. σύν τ εὐκλείᾳ καὶ ἀμηνίτῳ βάξει λαῶν ἐγχώρων τάσσεσθε, φίλαι δμωίδες, οὕτως ὡς ἐφ ἑκάστῃ διεκλήρωσεν Δαναὸς θεραποντίδα φερνήν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기