호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μή τις ἐς ναῦν εἶσιν αἰνέσας τάδε, λακὶς χιτῶνος ἔργον οὐ κατοικτιεῖ.? διωλόμεσθ: ἄσεπτ, ἄναξ, πάσχομεν - πολλοὺς ἄνακτας, παῖδας Αἰγύπτου τάχα ὄψεσθε: θαρσεῖτ, οὐκ ἐρεῖτ ἀναρχίαν. ἰὼ πόλεως ἀγοὶ πρόμοι, δάμναμαι. ἕλξειν ἐοίχ ὑμᾶς ἀποσπάσας κόμης, ἐπεὶ οὐκ ἀκούετ ὀξὺ τῶν ἐμῶν λόγων. οὗτος, τί ποιεῖς· ἐκ ποίου φρονήματος ἀνδρῶν Πελασγῶν τήνδ ἀτιμάζεις χθόνα· ἀλλ ἦ γυναικῶν ἐς πόλιν δοκεῖς μολεῖν· κάρβανος ὢν δ Ἕλλησιν ἐγχλίεις ἄγαν: καὶ πόλλ ἁμαρτὼν οὐδὲν ὤρθωσας φρενί. τί δ ἠμπλάκηται τῶνδ ἐμοὶ δίκης ἄτερ· ξένος μὲν εἶναι πρῶτον οὐκ ἐπίστασαι. πῶς δ οὐχί· τἄμ ὀλωλόθ εὑρίσκων ἄγω. ποίοισιν εἰπὼν προξένοις ἐγχωρίοις· Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ. θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβῃ. τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι. οἱ δ ἐνθάδ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω· ἄγοιμ ἄν, εἴ τις τάσδε μὴ ξαιρήσεται. κλάοις ἄν, εἰ ψαύσειας, οὐ μάλ ἐς μακράν. ἤκουσα τοὔπος <δ> οὐδαμῶς φιλόξενον. οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας. λέγοιμ ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε. ἀβουκόλητον τοῦτ ἐμῷ, φρονήματι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기