- 텍스트

Aeschylus, Suppliant Women, episode

(아이스킬로스, 탄원하는 여인들, episode)

εὐχὰς μὲν αἰνῶ τάσδε σώφρονας, φίλαι.? ὑμεῖς δὲ μὴ τρέσητ ἀκούσασαι πατρὸς ἀπροσδοκήτους τούσδε καὶ νέους λόγους. ἱκεταδόκου γὰρ τῆσδ ἀπὸ σκοπῆς ὁρῶ τὸ πλοῖον. εὔσημον γὰρ οὔ με λανθάνει: στολμοί τε λαίφους καὶ παραρρύσεις νεώς, καὶ πρῷρα πρόσθεν ὄμμασιν βλέπους ὁδόν, οἰάκος εὐθυντῆρος ὑστάτου νεὼς ἄγαν καλῶς κλύουσα, τοῖσιν οὐ φίλη. πρέπουσι δ ἄνδρες νάιοι μελαγχίμοις γυίοισι λευκῶν ἐκ πεπλωμάτων ἰδεῖν, καὶ τἄλλα πλοῖα πᾶσά θ ἡ πικουρία εὔπρεπτος: αὐτὴ δ ἡγεμὼν ὑπὸ χθόνα στείλασα λαῖφος παγκρότως ἐρέσσεται. ἀλλ ἡσύχως χρὴ καὶ σεσωφρονισμένως πρὸς πρᾶγμ ὁρώσας τῶνδε μὴ ἀμελεῖν θεῶν. ἐγὼ δ ἀρωγοὺς ξυνδίκους θ ἥξω λαβών. ἴσως γὰρ ἂν κῆρυξ τις ἢ πρέσβη μόλοι, ἄγειν θέλοντες ῥυσίων ἐφάπτορες. ἀλλ οὐδὲν ἔσται τῶνδε: μὴ τρέσητέ νιν. ὅμως <δ> ἄμεινον, εἰ βραδύνοιμεν βοῇ, ἀλκῆς λαθέσθαι τῆσδε μηδαμῶς ποτε. θάρσει: χρόνῳ τοι κυρίῳ τ ἐν ἡμέρᾳ θεοὺς ἀτίζων τις βροτῶν δώσει δίκην. πάτερ, φοβοῦμαι, νῆες ὡς ὠκύπτεροι ἥκουσι: μῆκος δ οὐδὲν ἐν μέσῳ χρόνου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION