- 텍스트

Aeschylus, Suppliant Women, episode

(아이스킬로스, 탄원하는 여인들, episode)

θαρσεῖτε παῖδες.? εὖ τὰ τῶν ἐγχωρίων: δήμου δέδοκται παντελῆ ψηφίσματα. ὦ χαῖρε πρέσβυ, φίλτατ ἀγγέλλων ἐμοί ἔνισπε δ ἡμῖν ποῖ κεκύρωται τέλος, δήμου κρατοῦσα χεὶρ ὅπῃ πληθύνεται. ἔδοξεν Ἀργείοισιν οὐ διχορρόπως, ἀλλ ὥστ ἀνηβῆσαί με γηραιᾷ φρενί: πανδημίᾳ γὰρ χερσὶ δεξιωνύμοις ἔφριξεν αἰθὴρ τόνδε κραινόντων λόγον: ἡμᾶς μετοικεῖν τῆσδε γῆς ἐλευθέρους κἀρρυσιάστους ξύν τ ἀσυλίᾳ βροτῶν: καὶ μήτ ἐνοίκων μήτ ἐπηλύδων τινὰ ἄγειν: ἐὰν δὲ προστιθῇ τὸ καρτερόν, τὸν μὴ βοηθήσαντα τῶνδε γαμόρων ἄτιμον εἶναι ξὺν φυγῇ δημηλάτῳ. τοιάνδ ἔπειθεν ῥῆσιν ἀμφ ἡμῶν λέγων ἄναξ Πελασγῶν, ἱκεσίου Ζηνὸς κότον μέγαν προφωνῶν μήποτ εἰσόπιν χρόνου πόλιν παχῦναι, ξενικὸν ἀστικόν θ ἅμα λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν ἀμήχανον βόσκημα πημονῆς πέλειν. τοιαῦτ ἀκούων χερσὶν Ἀργεῖος λεὼς ἔκραν ἄνευ κλητῆρος ὡς εἶναι τάδε. δημηγόρους δ ἤκουσεν εὐπιθὴς στροφὰς δῆμος Πελασγῶν:?

상위

Suppliant Women (탄원하는 여인들)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION