호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλῶν τάδ ἡμῖν ἐστιν ἠξιωμένα, αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.? ὀπάονας δὲ φράστοράς τ ἐγχωρίων ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας εὑρ´ωμεν, ἀσφάλεια δ ᾖ δι ἄστεως στείχουσι: μορφῆς δ οὐχ ὁμόστολος φύσις. Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον: καὶ δὴ φίλον τις ἔκταν ἀγνοίας ὕπο. στείχοιτ ἄν, ἄνδρες: εὖ γὰρ ὁ ξένος λέγει. ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας: καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν ναύτην ἄγοντας τόνδ ἐφέστιον θεῶν. τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι: ἐγὼ δὲ πῶς δρῶ· ποῦ θράσος νέμεις ἐμοί· κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου. καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν. λευρὸν κατ ἄλσος νῦν ἐπιστρέφου τόδε. καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με· οὔτοι πτερωτῶν ἁρπαγαῖς <ς> ἐκδώσομεν. ἀλλ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν· εὔφημον εἰή τοὔπος εὐφημουμένῃ. οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός. ἀεί γ ἄναρκτόν ἐστι δεῖμ ἐξαίσιον. σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. ἀλλ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ. ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ: καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν. πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους λιταῖς παραιτοῦ τῶν ς ἔρως ἔχει τυχεῖν. ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι. πειθὼ δ ἕποιτο καὶ τύχη πρακτήριος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기