- 텍스트

Aeschylus, Suppliant Women, episode

(아이스킬로스, 탄원하는 여인들, episode)

καὶ δὴ πέφρασμαι.? δεῦρο δ ἐξοκέλλεται. ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν πᾶς ἔστ ἀνάγκη, καὶ γεγόμφωται σκάφος στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον. ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή. καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων, ἄτην γε μείζω καὶ μέγ ἐμπλήσας γόμου γένοιτ ἂν ἄλλα Κτησίου Διὸς χάριν: καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια, γένοιτο μύθου μῦθος ἂν θελκτήριος ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια. ὅπως δ ὅμαιμον αἷμα μὴ γενήσεται, δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη. ἦ κάρτα νείκους τοῦδ ἔσω παροίχομαι θέλω δ ἀίδρις μᾶλλον ἢ σοφὸς κακῶν εἶναι. γένοιτο δ εὖ παρὰ γνώμην ἐμήν. πολλῶν ἄκουσον τέρματ αἰδοίων λόγων. ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται. ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων τάχ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι. ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή - λέξον τίν αὐδὴν τήνδε γηρυθεῖς ἔσῃ. εἰ μή τι πιστὸν τῷδ ὑποστήσεις στόλῳ - τί σοι περαίνει μηχανὴ συζωμάτων· νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε. αἰνιγματῶδες τοὔπος: ἀλλ ἁπλῶς φράσον. ἐκ τῶνδ ὅπως τάχιστ ἀπάγξασθαι θεῶν. ἤκουσα μαστικτῆρα καρδίας λόγον. ξυνῆκας: ὠμμάτωσα γὰρ σαφέστερον. καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα, κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται: ἄτης δ ἄβυσσον πέλαγος οὐ μάλ εὔπορον τόδ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν. εἰ μὲν γὰρ ὑμῖν μὴ τόδ ἐκπράξω χρέος, μίασμ ἔλεξας οὐχ ὑπερτοξεύσιμον. εἰ δ αὖθ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους, πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν, ἄνδρας γυναικῶν οὕνεχ αἱμάξαι πέδον· ὅμως δ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον ἱκτῆρος: ὕψιστος γὰρ ἐν βροτοῖς φόβος. σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, κλάδους τε τούτους αἶψ ἐν ἀγκάλαις λαβὼν βωμοὺς ἐπ ἄλλους δαιμόνων ἐγχωρίων θές, ὡς ἴδωσι τῆσδ ἀφίξεως τέκμαρ πάντες πολῖται, μηδ ἀπορριφθῇ ψόγος ἐμοῦ: κατ ἀρχῆς γὰρ φιλαίτιος λεώς. καὶ γὰρ τάχ ἄν τις οἰκτίσας ἰδὼν τάδε ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου, ὑμῖν δ ἂν εἰή δῆμος εὐμενέστερος: τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει. πολλῶν τάδ ἡμῖν ἐστιν ἠξιωμένα, αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.

ὀπάονας δὲ φράστοράς τ ἐγχωρίων ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας εὑρ´ωμεν, ἀσφάλεια δ ᾖ δι ἄστεως στείχουσι: μορφῆς δ οὐχ ὁμόστολος φύσις. Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον: καὶ δὴ φίλον τις ἔκταν ἀγνοίας ὕπο. στείχοιτ ἄν, ἄνδρες: εὖ γὰρ ὁ ξένος λέγει. ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας: καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν ναύτην ἄγοντας τόνδ ἐφέστιον θεῶν. τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι: ἐγὼ δὲ πῶς δρῶ· ποῦ θράσος νέμεις ἐμοί· κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου. καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν. λευρὸν κατ ἄλσος νῦν ἐπιστρέφου τόδε. καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με· οὔτοι πτερωτῶν ἁρπαγαῖς <ς> ἐκδώσομεν. ἀλλ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν· εὔφημον εἰή τοὔπος εὐφημουμένῃ. οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός. ἀεί γ ἄναρκτόν ἐστι δεῖμ ἐξαίσιον. σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα. ἀλλ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ. ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ: καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν. πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους λιταῖς παραιτοῦ τῶν ς ἔρως ἔχει τυχεῖν. ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι. πειθὼ δ ἕποιτο καὶ τύχη πρακτήριος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION