호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἴγυπτος.? εἰδὼς δ ἁμὸν ἀρχαῖον γένος πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον. δοκεῖτε <δή> μοι τῆσδε κοινωνεῖν χθονὸς τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα λιπεῖν ἔτλητε· τίς κατέσκηψεν τύχη· ἄναξ Πελασγῶν, αἰόλ ἀνθρώπων κακά. πόνου δ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν: ἐπεὶ τίς ηὔχει τήνδ ἀνέλπιστον φυγὴν κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν, ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων· τί φὴς ἱκνεῖσθαι τῶνδ ἀγωνίων θεῶν, λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους· ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει. πότερα κατ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις· τίς δ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους· σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς. καὶ δυστυχούντων γ εὐμαρὴς ἀπαλλαγή. πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω· αἰτοῦσι μὴ κδοὺς παισὶν Αἰγύπτου πάλιν. βαρέα σύ γ εἶπας, πόλεμον ἄρασθαι νέον. ἀλλ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ. εἴπερ γ ἀπ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν. αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ ἐστεμμένην. πέφρικα λεύσσων τάσδ ἕδρας κατασκίους. βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기