호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἴδοιτο δῆτα πρευμενοῦς ἀπ ὄμματος:? θέλοιμ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν. μή νυν σχόλαζε, μηχανῆς δ ἔστω κράτος. ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας. κείνου θέλοντος εὖ τελευτήσει τάδε. καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε. καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους, - ἁγνόν τ Ἀπόλλω, φυγάδ ἀπ οὐρανοῦ θεόν. εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς. συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων. τίν οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι· ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ. ἀλλ εὖ τ ἔπεμψεν εὖ τε δεξάσθω χθονί. Ἑρμῆς ὅδ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις. ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω. πάντων δ ἀνάκτων τῶνδε κοινοβωμίαν σέβεσθ: ἐν ἁγνῷ δ ἑσμὸς ὡς πελειάδων ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ, ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος. ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών· πῶς δ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα ἁγνὸς γένοιτ ἄν· οὐδὲ μὴ ν Αἵδου θανὼν φύγῃ ματαίων αἰτίας, πράξας τάδε. κἀκεῖ δικάζει τἀπλακήμαθ, ὡς λόγος, Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας. σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον, ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기