- 텍스트

Aeschylus, Suppliant Women, episode 1:

(아이스킬로스, 탄원하는 여인들, episode 1:)

ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ:? σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι: ὄχλον δ ὑπασπιστῆρα καὶ δορυσσόον λεύσσω, ξὺν ἵπποις καμπύλοις τ ὀχήμασιν: τάχ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται ὀπτῆρες εἰε῀ν ἀγγέλων πεπυσμένοι. ἀλλ εἴτ ἀπήμων εἴτε καὶ τεθηγμένος ὠμῇ ξὺν ὀργῇ τόνδ ἐπόρνυται στόλον, ἄμεινόν ἐστι παντὸς εἵνεκ, ὦ κόραι, πάγον προσίζειν τόνδ ἀγωνίων θεῶν. κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος ἀλλ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς ἱκετηρίας, ἁγάλματ αἰδοίου Διός, σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων, αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ ἔπη ξένους ἀμείβεσθ, ὡς ἐπήλυδας πρέπει, τορῶς λέγουσαι τάσδ ἀναιμάκτους φυγάς. φθογγῇ δ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ, τὸ μὴ μάταιον δ ἐκ μετωποσωφρόνων ἴτω προσώπων ὄμματος παρ ἡσύχου. καὶ μὴ πρόλεσχος μηδ ἐφολκὸς ἐν λόγῳ γένῃ. τὸ τῇδε κάρτ ἐπίφθονον γένος. μέμνησο δ εἴκειν: χρεῖος εἶ ξένη φυγάς. θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας. πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις. φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION