- 텍스트

Aeschylus, Suppliant Women, episode

(아이스킬로스, 탄원하는 여인들, episode)

παῖδες, φρονεῖν χρή:? ξὺν φρονοῦντι δ ἥκετε πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί. καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν αἰνῶ φυλάξαι τἄμ ἔπη δελτουμένας. ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ: σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι: ὄχλον δ ὑπασπιστῆρα καὶ δορυσσόον λεύσσω, ξὺν ἵπποις καμπύλοις τ ὀχήμασιν: τάχ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται ὀπτῆρες εἰε῀ν ἀγγέλων πεπυσμένοι. ἀλλ εἴτ ἀπήμων εἴτε καὶ τεθηγμένος ὠμῇ ξὺν ὀργῇ τόνδ ἐπόρνυται στόλον, ἄμεινόν ἐστι παντὸς εἵνεκ, ὦ κόραι, πάγον προσίζειν τόνδ ἀγωνίων θεῶν. κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος ἀλλ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς ἱκετηρίας, ἁγάλματ αἰδοίου Διός, σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων, αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖ ἔπη ξένους ἀμείβεσθ, ὡς ἐπήλυδας πρέπει, τορῶς λέγουσαι τάσδ ἀναιμάκτους φυγάς. φθογγῇ δ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ, τὸ μὴ μάταιον δ ἐκ μετωποσωφρόνων ἴτω προσώπων ὄμματος παρ ἡσύχου. καὶ μὴ πρόλεσχος μηδ ἐφολκὸς ἐν λόγῳ γένῃ. τὸ τῇδε κάρτ ἐπίφθονον γένος. μέμνησο δ εἴκειν: χρεῖος εἶ ξένη φυγάς. θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας. πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις. φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι: ἴδοιτο δῆτα πρευμενοῦς ἀπ ὄμματος:

θέλοιμ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν. μή νυν σχόλαζε, μηχανῆς δ ἔστω κράτος. ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας. κείνου θέλοντος εὖ τελευτήσει τάδε. καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε. καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους, - ἁγνόν τ Ἀπόλλω, φυγάδ ἀπ οὐρανοῦ θεόν. εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς. συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων. τίν οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι· ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ. ἀλλ εὖ τ ἔπεμψεν εὖ τε δεξάσθω χθονί. Ἑρμῆς ὅδ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις. ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω. πάντων δ ἀνάκτων τῶνδε κοινοβωμίαν σέβεσθ: ἐν ἁγνῷ δ ἑσμὸς ὡς πελειάδων ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ, ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος. ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών· πῶς δ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα ἁγνὸς γένοιτ ἄν· οὐδὲ μὴ ν Αἵδου θανὼν φύγῃ ματαίων αἰτίας, πράξας τάδε. κἀκεῖ δικάζει τἀπλακήμαθ, ὡς λόγος, Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας. σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον, ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε. ποδαπὸν ὅμιλον τόνδ ἀνελληνόστολον πέπλοισι βαρβάροισι καὶ πυκνώμασι χλίοντα προσφωνοῦμεν·

οὐ γὰρ Ἀργολὶς ἐσθὴς γυναικῶν οὐδ ἀφ Ἑλλάδος τόπων. ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο, ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν ἔτλητ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει. κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων κεῖνται παρ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις: μόνον τόδ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ. καὶ τἄλλα πόλλ ἔτ εἰκάσαι δίκαιον ἦν, εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν. εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον. ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω, ἢ ῥήτορ ἱεροράβδον, ἢ πόλεως ἀγόν· πρὸς ταῦτ ἀμείβου καὶ λέγ εὐθαρσὴς ἐμοί. τοῦ γηγενοῦς γάρ εἰμ ἐγὼ Παλαίχθονος ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης. ἐμοῦ δ ἄνακτος εὐλόγως ἐπώνυμον γένος Πελασγῶν τήνδε καρποῦται χθόνα. καὶ πᾶσαν αἰᾶν, ἧς δι ἁγνὸς ἔρχεται Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ. ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα, Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας, ὄρη τε Δωδωναῖα. συντέμνει δ ὁρ´ος ὑγρᾶς θαλάσσης: τῶνδε τἀπὶ τάδε κρατῶ. αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.

Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα τήνδ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων, τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν χρανθεῖς ἀνῆκε γαῖα μηνιταῖ ἄχη δρακονθόμιλον δυσμενῆ ξυνοικίαν. τούτων ἄκη τομαῖα καὶ λυτήρια πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ μνήμην ποτ ἀντίμισθον ηὑρ´ετ ἐν λιταῖς. ἔχουσα δ ἤδη τἀπ ἐμοῦ τεκμήρια γένος τ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.

μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις. βραχὺς τορός θ ὁ μῦθος:

Ἀργεῖαι γένος ἐξευχόμεσθα, σπέρματ εὐτέκνου βοός: καὶ ταῦτ ἀληθῆ πάντα προσφύσω λόγῳ. ἄπιστα μυθεῖσθ, ὦ ξέναι, κλύειν ἐμοί, ὅπως τόδ ὑμῖν ἐστιν Ἀργεῖον γένος. Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις. καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν, Κύπριος χαρακτήρ τ ἐν γυναικείοις τύποις εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων: τοίας τ ἀκούω νομάδας ἱπποβάμοσιν εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα παρ Αἰθίοψιν ἀστυγειτονουμένας. καὶ τὰς ἀνάνδρους κρεοβόρους τ Ἀμαζόνας, εἰ τοξοτευχεῖς ἦτε, κάρτ ἂν ᾔκασα ὑμᾶς. διδαχθεὶς <δ> ἂν τόδ εἰδείην πλέον, ὅπως γένεθλον σπέρμα τ Ἀργεῖον τὸ σόν. κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ Ιὢ γενέσθαι τῇ δ ἐν Ἀργείᾳ χθονί·

ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ. μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ· κἄκρυπτά γ Ἥρας ταῦτα τἀμπαλάγματα. πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε· βοῦν τὴν γυναῖκ ἔθηκεν Ἀργεία θεός. οὔκουν πελάζει Ζεὺς ἐπ εὐκραίρῳ βοΐ· φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας. τί δῆτα πρὸς ταῦτ ἄλοχος ἰσχυρὰ Διός· τὸν πάνθ ὁρῶντα φύλακ ἐπέστησεν βοΐ. ποῖον πανόπτην οἰοβουκόλον λέγεις· Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν. τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ· βοηλάτην μύωπα κινητήριον. οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας. τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ. καὶ ταῦτ ἔλεξας πάντα συγκόλλως ἐμοί. καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο. καὶ Ζεύς γ ἐφάπτωρ χειρὶ φιτύει γόνον. τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός· Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος. Λιβύη, μέγιστον γῆς <πέδον> καρπουμένη. τίν οὖν ἔτ ἄλλον τῆσδε βλαστημὸν λέγεις· Βῆλον δίπαιδα πατέρα τοῦδ ἐμοῦ πατρός. τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον. Δαναός, ἀδελφὸς δ ἐστὶ πεντηκοντάπαις. καὶ τοῦδ ἄνοιγε τοὔνομ ἀφθόνῳ λόγῳ. Αἴγυπτος.

εἰδὼς δ ἁμὸν ἀρχαῖον γένος πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον. δοκεῖτε <δή> μοι τῆσδε κοινωνεῖν χθονὸς τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα λιπεῖν ἔτλητε· τίς κατέσκηψεν τύχη· ἄναξ Πελασγῶν, αἰόλ ἀνθρώπων κακά. πόνου δ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν: ἐπεὶ τίς ηὔχει τήνδ ἀνέλπιστον φυγὴν κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν, ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων· τί φὴς ἱκνεῖσθαι τῶνδ ἀγωνίων θεῶν, λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους· ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει. πότερα κατ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις· τίς δ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους· σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς. καὶ δυστυχούντων γ εὐμαρὴς ἀπαλλαγή. πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω· αἰτοῦσι μὴ κδοὺς παισὶν Αἰγύπτου πάλιν. βαρέα σύ γ εἶπας, πόλεμον ἄρασθαι νέον. ἀλλ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ. εἴπερ γ ἀπ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν. αἰδοῦ σὺ πρύμναν πόλεος ὧδ ἐστεμμένην. πέφρικα λεύσσων τάσδ ἕδρας κατασκίους. βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION