호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φεῦ φεῦ.? ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς Κῆρες Ἐρινύες, αἵτ Οἰδιπόδα γένος ὠλέσατε πρυμνόθεν οὕτως, τί πάθω· τί δὲ δρῶ · τί δὲ μήσωμαι· πῶς τολμήσω μήτε σὲ κλαίειν μήτε προπέμπειν ἐπὶ τύμβον : ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι δεῖμα πολιτῶν. σύ γε μὴν πολλῶν πενθητήρων τεύξει: κεῖνος δ ὁ τάλας ἄγοος μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς εἶσιν: τίς ἂν οὖν τὰ πίθοιτο · δράτω <τι> πόλις καὶ μὴ δράτω τοὺς κλαίοντας Πολυνείκη. ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν αἵδε προπομποί. καὶ γὰρ γενεᾷ κοινὸν τόδ ἄχος, καὶ πόλις ἄλλως ἄλλοτ ἐπαινεῖ τὰ δίκαια. ἡμεῖς δ ἅμα τῷδ, ὥσπερ τε πόλις καὶ τὸ δίκαιον ξυνεπαινεῖ. μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν ὅδε Καδμείων ἤρυξε πόλιν μὴ νατραπῆναι μηδ ἀλλοδαπῷ κύματι φωτῶν κατακλυσθῆναι τὰ μάλιστα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기