호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τάδ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος:? διπλαῖ μέριμναι, διδυμάνορα κάκ αὐτοφόνα, δίμοιρα τέ- λεια τάδε πάθη. τί φῶ· τί δ ἄλλο γ ἢ πόνοι πόνων δόμων ἐφέστιοι· ἀλλὰ γόων, ὦ φίλαι, κατ οὖρον ἐρέσσετ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν πίτυλον, ὃς αἰὲν δι Ἀχέροντ ἀμείβεται τὰν ἄστολον μελάγκροκον ναύστολον θεωρίδα, τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιον πάνδοκον εἰς ἀφανῆ τε χέρσον. ἀλλὰ γὰρ ἥκους αἵδ ἐπὶ πρᾶγος πικρὸν Ἀντιγόνη τ ἠδ Ἰσμήνη, θρῆνον ἀδελφοῖν: οὐκ ἀμφιβόλως οἶμαί σφ ἐρατῶν ἐκ βαθυκόλπων στηθέων ἥσειν ἄλγος ἐπάξιον. ἡμᾶς δὲ δίκη πρότερον φήμης τὸν δυσκέλαδόν θ ὕμνον Ἐρινύος ἰαχεῖν Αἴδα τ ἐχθρὸν παιᾶν ἐπιμέλπειν. ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαι στρόφον ἐσθῆσιν περιβάλλονται, κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς μὴ κ φρενὸς ὀρθῶς με λιγαίνειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기