호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἱκνεῖται λόγος διὰ στηθέων, τριχὸς δ ὀρθίας πλόκαμος ἵσταται, μεγάλα μεγαληγόρων κλυούσᾳ ἀνοσίων ἀνδρῶν.? εἴθε γὰρ θεοὶ τοῦδ ὀλέσειαν ἐν γᾷ. ἕκτον λέγοιμ ἂν ἄνδρα σωφρονέστατον, ἀλκήν τ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν: Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος κακοῖσι βάζει πολλὰ Τυδέως βίαν: τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα, μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον, Ἐρινύος κλητῆρα, πρόσπολον φόνου, κακῶν τ Ἀδράστῳ τῶνδε βουλευτήριον. καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον, ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν, δίς τ ἐν τελευτῇ τοὔνομ ἐνδατούμενος, καλεῖ. λέγει δὲ τοῦτ ἔπος διὰ στόμα: "ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, καλόν τ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις, πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς πορθεῖν, στράτευμ ἐπακτὸν ἐμβεβληκότα· μητρός τε πηγὴν τίς κατασβέσει δίκη· πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται· ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα, μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός. μαχώμεθ, οὐκ ἄτιμον ἐλπίζω μόρον. " τοιαῦθ ὁ μάντις ἀσπίδ εὐκήλως ἔχων πάγχαλκον ηὔδα: σῆμα δ οὐκ ἐπῆν κύκλῳ. οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα. τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει. φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς δίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις. ἐν παντὶ πράγει δ ἔσθ ὁμιλίας κακῆς κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος: ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται. ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει, ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν, ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος, πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ δάμη. οὕτως δ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω, σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν, τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν, Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ, ἀλλ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ, εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου:
φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια. ὅμως δ ἐπ αὐτῷ φῶτα, Λασθένους βίαν, ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν, γέροντα τὸν νοῦν, σάρκα δ ἡβῶσαν φύει, ποδῶκες ὄμμα, χεῖρα δ οὐ βραδύνεται παρ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ. θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기