- 텍스트

Aeschylus, Seven Against Thebes, choral, antistrophe 2 1:

(아이스킬로스, 테바이를 공격한 일곱 장수, choral, antistrophe 2 1:)

οὕτως γένοιτο.? τὸν δὲ πέμπτον αὖ λέγω, πέμπταισι προσταχθέντα Βορραίαις πύλαις, τύμβον κατ αὐτὸν Διογενοῦς Ἀμφίονος: ὄμνυσι δ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ σέβειν πεποιθὼς ὀμμάτων θ ὑπέρτερον, ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ Διός: τόδ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ: στείχει δ ἰούλος ἄρτι διὰ παρηίδων, ὡρ´ας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. ὁ δ ὠμόν, οὔτι παρθένων ἐπώνυμον, φρόνημα, γοργὸν δ ὄμμ ἔχων, προσίσταται. οὐ μὴν ἀκόμπαστός γ ἐφίσταται πύλαις: τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ σάκει, κυκλωτῷ σώματος προβλήματι, Σφίγγ ὠμόσιτον προσμεμηχανημένην γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας, φέρει δ ὑφ αὑτῇ φῶτα Καδμείων ἕνα, ὡς πλεῖστ ἐπ ἀνδρὶ τῷδ ἰάπτεσθαι βέλη. ἐλθὼν δ ἐοίκεν οὐ καπηλεύσειν μάχην, μακρᾶς κελεύθου δ οὐ καταισχυνεῖν πόρον, Παρθενοπαῖος Ἀρκάς: ὁ δὲ τοιόσδ ἀνὴρ μέτοικος, Ἄργει δ ἐκτίνων καλὰς τροφάς, πύργοις ἀπειλεῖ τοῖσδ ἃ μὴ κραίνοι θεός. εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν: ἦ τἂν πανώλεις παγκάκως τ ὀλοίατο. ἔστιν δὲ καὶ τῷδ, ὃν λέγεις τὸν Ἀρκάδα, ἀνὴρ ἄκομπος, χεὶρ δ ὁρᾷ τὸ δράσιμον, Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου: ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά, οὐδ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους εἰκὼ φέροντα πολεμίας ἐπ ἀσπίδος: ἣ ξωθεν εἴσω τῷ φέροντι μέμψεται, πυκνοῦ κροτησμοῦ τυγχάνους ὑπὸ πτόλιν. θεῶν θελόντων τἂν ἀληθεύσαιμ ἐγώ.?

상위

Seven Against Thebes (테바이를 공격한 일곱 장수)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION