- 텍스트

Aeschylus, Seven Against Thebes, choral, antistrophe 2

(아이스킬로스, 테바이를 공격한 일곱 장수, choral, antistrophe 2)

πέποιθα <δὴ> τὸν Διὸς ἀντίτυπον ἔχοντ ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ δαροβίοισι θεοῖσιν, πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.? οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω, πέμπταισι προσταχθέντα Βορραίαις πύλαις, τύμβον κατ αὐτὸν Διογενοῦς Ἀμφίονος: ὄμνυσι δ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ σέβειν πεποιθὼς ὀμμάτων θ ὑπέρτερον, ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ Διός: τόδ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ: στείχει δ ἰούλος ἄρτι διὰ παρηίδων, ὡρ´ας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. ὁ δ ὠμόν, οὔτι παρθένων ἐπώνυμον, φρόνημα, γοργὸν δ ὄμμ ἔχων, προσίσταται. οὐ μὴν ἀκόμπαστός γ ἐφίσταται πύλαις: τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ σάκει, κυκλωτῷ σώματος προβλήματι, Σφίγγ ὠμόσιτον προσμεμηχανημένην γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας, φέρει δ ὑφ αὑτῇ φῶτα Καδμείων ἕνα, ὡς πλεῖστ ἐπ ἀνδρὶ τῷδ ἰάπτεσθαι βέλη. ἐλθὼν δ ἐοίκεν οὐ καπηλεύσειν μάχην, μακρᾶς κελεύθου δ οὐ καταισχυνεῖν πόρον, Παρθενοπαῖος Ἀρκάς: ὁ δὲ τοιόσδ ἀνὴρ μέτοικος, Ἄργει δ ἐκτίνων καλὰς τροφάς, πύργοις ἀπειλεῖ τοῖσδ ἃ μὴ κραίνοι θεός. εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν: ἦ τἂν πανώλεις παγκάκως τ ὀλοίατο. ἔστιν δὲ καὶ τῷδ, ὃν λέγεις τὸν Ἀρκάδα, ἀνὴρ ἄκομπος, χεὶρ δ ὁρᾷ τὸ δράσιμον, Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου: ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά, οὐδ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους εἰκὼ φέροντα πολεμίας ἐπ ἀσπίδος: ἣ ξωθεν εἴσω τῷ φέροντι μέμψεται, πυκνοῦ κροτησμοῦ τυγχάνους ὑπὸ πτόλιν. θεῶν θελόντων τἂν ἀληθεύσαιμ ἐγώ.?

상위

Seven Against Thebes (테바이를 공격한 일곱 장수)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION