호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼ πρόμαχ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.? ὡς δ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλει μαινομένᾳ φρενί, τώς νιν Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων. τέταρτος ἄλλος, γείτονας πύλας ἔχων Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται, Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος: ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω, ἔφριξα δινήσαντος: οὐκ ἄλλως ἐρῶ. ὁ σηματουργὸς δ οὔ τις εὐτελὴς ἄρ ἦν ὅστις τόδ ἔργον ὤπασεν πρὸς ἀσπίδι, Τυφῶν ἱέντα πύρπνοον διὰ στόμα λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν: ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος προσηδάφισται κοιλογάστορος κύκλου. αὐτὸς δ ἐπηλάλαξεν, ἔνθεος δ Ἄρει βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων. τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον: Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται. πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ ἀγχίπτολις, πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρους ὕβριν, εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον: Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος, ἀνὴρ κατ ἄνδρα τοῦτον ᾑρέθη, θέλων ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης, οὔτ εἶδος οὔτε θυμὸν οὐδ ὅπλων σχέσιν μωμητός, Ἑρμῆς δ εὐλόγως ξυνήγαγεν. ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται, ξυνοίσετον δὲ πολεμίους ἐπ ἀσπίδων θεούς: ὁ μὲν γὰρ πύρπνοον Τυφῶν ἔχει, Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ ἀσπίδος σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων: κοὔπω τις εἶδε Ζῆνά που νικώμενον. τοιάδε μέντοι προσφίλεια δαιμόνων: πρὸς τῶν κρατούντων δ ἐσμέν, οἱ δ ἡσσωμένων, εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ: εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ ἀντιστάτας, Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος σωτὴρ γένοιτ ἂν Ζεὺς ἐπ ἀσπίδος τυχών.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기