- 텍스트

Aeschylus, Seven Against Thebes, choral, antistrophe 1

(아이스킬로스, 테바이를 공격한 일곱 장수, choral, antistrophe 1)

ὄλοιθ ὃς πόλει μεγάλ ἐπεύχεται, κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι, πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ ἑδωλίων ὑπερκόπῳ δορί ποτ ἐκλαπάξαι.? καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις λέξω: τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος ἐξ ὑπτίου πήδησεν εὐχάλκου κράνους, πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον. ἵππους δ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι. φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον, μυκτηροκόμποις πνεύμασιν πληρούμενοι. ἐσχημάτισται δ ἀσπὶς οὐ σμικρὸν τρόπον: ἀνὴρ δ: ὁπλίτης κλίμακος προσαμβάσεις στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων. βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς, ὡς οὐδ ἂν Ἄρης σφ ἐκβάλοι πυργωμάτων. καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον πόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν. πέμποιμ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ: καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων, Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν γένους, ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται, ἀλλ ἢ θανὼν τροφεῖα πληρώσει χθονί, ἢ καὶ δύ ἄνδρε καὶ πόλισμ ἐπ ἀσπίδος ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός. κόμπαζ ἐπ ἄλλῳ, μηδέ μοι φθόνει λέγων.?

상위

Seven Against Thebes (테바이를 공격한 일곱 장수)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION