- 텍스트

Aeschylus, Seven Against Thebes, choral, strophe 1

(아이스킬로스, 테바이를 공격한 일곱 장수, choral, strophe 1)

τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν θεοὶ δοῖεν, ὡς δικαίως πόλεως πρόμαχος ὄρνυται:? τρέμω δ αἱματη- φόρους μόρους ὑπὲρ φίλων ὀλομένων ἰδέσθαι. τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί: Καπανεὺς δ ἐπ Ἠλέκτραισιν εἴληχεν πύλαις, γίγας ὅδ ἄλλος τοῦ πάρος λελεγμένου μείζων, ὁ κόμπος δ οὐ κατ ἄνθρωπον φρονεῖ, πύργοις δ ἀπειλεῖ δείν, ἃ μὴ κραίνοι τύχη: θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν. τὰς δ ἀστραπάς τε καὶ κεραυνίους βολὰς μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν: ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον, φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη: χρυσοῖς δὲ φωνεῖ γράμμασιν "πρήσω πόλιν. " τοιῷδε φωτὶ πέμπε - τίς ξυστήσεται, τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ· καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται. τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων ἡ γλῶσς ἀληθὴς γίγνεται κατήγορος: Καπανεὺς δ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος, θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμα χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν πέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντ ἔπη: πέποιθα δ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου. ἀνὴρ δ ἐπ αὐτῷ, κεἰ στόμαργός ἐστ ἄγαν, αἴθων τέτακται λῆμα, Πολυφόντου βία, φερέγγυον φρούρημα, προστατηρίας Ἀρτέμιδος εὐνοίαισι σύν τ ἄλλοις θεοῖς. λέγ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.?

상위

Seven Against Thebes (테바이를 공격한 일곱 장수)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION