호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θρέομαι φοβερὰ μεγάλ ἄχη:? μεθεῖται στρατός: στρατόπεδον λιπὼν ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας: αἰθερία κόνις με πείθει φανεῖς, ἄναυδος σαφὴς ἔτυμος ἄγγελος. ἔτι δὲ <γᾶς> ἐμᾶς πεδί ὁπλόκτυπ ὠ- τὶ χρίμπτει βοάν: ποτᾶται, βρέμει δ ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου. ἰὼ ἰὼ ἰὼ θεοὶ θεαί τ ὀρόμενον κακὸν βοᾷ τειχέων ὕπερ ἀλεύσατε. ὁ λεύκασπις ὄρνυται λαὸς εὐ- τρεπὴς ἐπὶ πόλιν διώκων πόδα. τίς ἄρα ῥύσεται, τίς ἄρ ἐπαρκέσει θεῶν ἢ θεᾶν· πότερα δῆτ ἐγὼ <πάτρια> ποτιπέσω βρέτη δαιμόνων· ἰὼ μάκαρες εὐέδροι, ἀκμάζει βρετέων ἔχεσθαι: τί μέλ- λομεν ἀγάστονοι· ἀκούετ ἢ οὐκ ἀκούετ ἀσπίδων κτύπον· πέπλων καὶ στεφέων πότ εἰ μὴ νῦν ἀμ- φὶ λιτάν ἕξομεν· κτύπον δέδορκα: πάταγος οὐχ ἑνὸς δορός. τί ῥέξεις· προδώσεις, παλαίχθων Ἄρης, τὰν τεάν· ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδ ἔπι- δε πόλιν ἅν ποτ εὐφιλήταν ἔθου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기