- 텍스트

Aeschylus, Seven Against Thebes, episode 4:

(아이스킬로스, 테바이를 공격한 일곱 장수, episode 4:)

Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ, ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, αὐτὸς κατόπτης δ εἴμ ἐγὼ τῶν πραγμάτων:? ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται, ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τ, Ἐνυώ, καὶ φιλαίματον Φόβον ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ, ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ: μνημεῖά θ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμους πρὸς ἁρ´μ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ λείβοντες: οἶκτος δ οὔτις ἦν διὰ στόμα. σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων. καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται: κληρουμένους δ ἔλειπον, ὡς πάλῳ λαχὼν ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον. πρὸς ταῦτ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως πυλῶν ἐπ ἐξόδοισι τάγευσαι τάχος: ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς χωρεῖ, κονίει, πεδία δ ἀργηστὴς ἀφρὸς χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων. σὺ δ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς Ἄρεως: βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ: καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ: κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ. ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί, Ἀρά τ Ἐρινὺς πατρὸς ἡ μεγασθενής, μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρον ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους: ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν ζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν: γένεσθε δ ἀλκή: ξυνὰ δ ἐλπίζω λέγειν: πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.?

상위

Seven Against Thebes (테바이를 공격한 일곱 장수)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION