- 텍스트

Aeschylus, Seven Against Thebes, episode 2:

(아이스킬로스, 테바이를 공격한 일곱 장수, episode 2:)

ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ ἔτι ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ, βλαστημὸν ἀλδαίνοντα σώματος πολύν, ὡρ´αν τ ἔχονθ ἕκαστον ὥστε συμπρεπές, πόλει τ ἀρήγειν καὶ θεῶν ἐγχωρίων βωμοῖσι, τιμὰς μὴ ξαλειφθῆναί ποτε:? τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ: ἡ γὰρ νέους ἑρ´ποντας εὐμενεῖ πέδῳ, ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον, ἐθρέψατ οἰκητῆρας ἀσπιδηφόρους πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε. καὶ νῦν μὲν ἐς τόδ ἦμαρ εὖ ῥέπει θεός: χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ. νῦν δ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ, ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα, χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ: οὗτος τοιῶνδε δεσπότης μαντευμάτων λέγει μεγίστην προσβολὴν Ἀχαιίδα νυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει. ἀλλ ἔς τ ἐπάλξεις καὶ πύλας πυργωμάτων ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ, πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν πύργων στάθητε, καὶ πυλῶν ἐπ ἐξόδοις μίμνοντες εὖ θαρσεῖτε, μηδ ἐπηλύδων ταρβεῖτ ἄγαν ὅμιλον: εὖ τελεῖ θεός.?

상위

Seven Against Thebes (테바이를 공격한 일곱 장수)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION