호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ οὖν μέμνησθ ἁγὼ προλέγω μηδὲ πρὸς ἄτης θηραθεῖσαι μέμψησθε τύχην, μηδέ ποτ εἴπηθ ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον πῆμ εἰσέβαλεν:? μὴ δῆτ αὐταὶ δ ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως εἰς ἀπέρατον δίκτυον ἄτης ἐμπλεχθήσεσθ ὑπ ἀνοίας. καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ χθὼν σεσάλευται:
βρυχία δ ἠχὼ παραμυκᾶται βροντῆς, ἕλικες δ ἐκλάμπουσι στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν εἱλίσσουσι: σκιρτᾷ δ ἀνέμων πνεύματα πάντων εἰς ἄλληλα στάσιν ἀντίπνουν ἀποδεικνύμενα: ξυντετάρακται δ αἰθὴρ πόντῳ. τοιάδ ἐπ ἐμοὶ ῥιπὴ Διόθεν τεύχουσα φόβον στείχει φανερῶς. ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων αἰθὴρ κοινὸν φάος εἱλίσσων, ἐσορᾷς μ ὡς ἔκδικα πάσχω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기