호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰδότι τοί μοι τάσδ ἀγγελίας ὅδ ἐθώυξεν:? πάσχειν δὲ κακῶς ἐχθρὸν ὑπ ἐχθρῶν οὐδὲν ἀεικές. πρὸς ταῦτ ἐπ ἐμοὶ ῥιπτέσθω μὲν πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ ἀγρίων ἀνέμων: χθόνα δ ἐκ πυθμένων αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι, κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ συγχώσειεν τῶν οὐρανίων ἄστρων διόδους: εἴς τε κελαινὸν Τάρταρον ἄρδην ῥίψειε δέμας τοὐμὸν ἀνάγκης στερραῖς δίναις: πάντως ἐμέ γ οὐ θανατώσει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기