호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς ταῦτα βούλευ:? ὡς ὅδ οὐ πεπλασμένος ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος : ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ: σὺ δὲ πάπταινε καὶ φρόντιζε, μηδ αὐθαδίαν εὐβουλίας ἀμείνον ἡγήσῃ ποτέ. ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται λέγειν. ἄνωγε γάρ σε τὴν αὐθαδίαν μεθέντ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν. πιθοῦ: σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기