호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λέγων ἐοίκα πολλὰ καὶ μάτην ἐρεῖν:? τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς ἐμαῖς: δακὼν δὲ στόμιον ὡς νεοζυγὴς πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ. ἀτὰρ σφοδρύνῃ γ ἀσθενεῖ σοφίσματι: αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς αὐτὴ καθ αὑτὴν οὐδενὸς μεῖζον σθένει. σκέψαι δ, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις, οἱό῀ς σε χειμὼν καὶ κακῶν τρικυμία ἔπεις ἄφυκτος : πρῶτα μὲν γὰρ ὀκρίδα φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας τὸ σόν, πετραία δ ἀγκάλη σε βαστάσει. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου ἄψορρον ἥξεις εἰς φάος: Διὸς δέ τοί πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως διαρταμήσει σώματος μέγα ῥάκος, ἄκλητος ἑρ´πων δαιταλεὺς πανήμερος, κελαινόβρωτον δ ἧπαρ ἐκθοινήσεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기