호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.? τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν, σαφῶς ἐπίστας, οὐκ ἂν ἀλλάξαιμ ἐγώ. κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον. οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών. χλιδᾶν ἐοίκας τοῖς παροῦσι πράγμασι. χλιδῶ· χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ ἐχθροὺς ἴδοιμι: καὶ σὲ δ ἐν τούτοις λέγω. ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ· ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς, ὅσοι παθόντες εὖ κακοῦσί μ ἐκδίκως. κλύω ς ἐγὼ μεμηνότ οὐ σμικρὰν νόσον. νοσοῖμ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν. εἰής φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς. <ὤμοι. > ὤμοι· τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται. ἀλλ ἐκδιδάσκει πάνθ ὁ γηράσκων χρόνος. καὶ μὴν σύ γ οὔπω σωφρονεῖν ἐπίστασαι. σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ ὑπηρέτην. ἐρεῖν ἐοίκας οὐδὲν ὧν χρῄζει πατήρ. καὶ μὴν ὀφείλων γ ἂν τίνοιμ αὐτῷ χάριν. ἐκερτόμησας δῆθεν ὡς παῖδ ὄντα με. οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ ἀνούστερος εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα· οὐκ ἔστιν αἴκισμ οὐδὲ μηχάνημ ὅτῳ προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε, πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια. πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ, λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω. γνάμψει γὰρ οὐδὲν τῶνδέ μ ὥστε καὶ φράσαι πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος. ὁρ´α νυν εἴ σοι ταῦτ ἀρωγὰ φαίνεται. ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε. τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν, ὀχλεῖς μάτην με κῦμ ὅπως παρηγορῶν. εἰσελθέτω σε μήποθ ὡς ἐγὼ Διὸς γνώμην φοβηθεὶς θηλύνους γενήσομαι, καὶ λιπαρήσω τὸν μέγα στυγούμενον γυναικομίμοις ὑπτιάσμασιν χερῶν λῦσαί με δεσμῶν τῶνδε: τοῦ παντὸς δέω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기