- 텍스트

Aeschylus, Prometheus Bound, episode 1:

(아이스킬로스, 결박된 프로메테우스, episode 1:)

σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον, τὸν ἐξαμαρτόντ εἰς θεοὺς ἐφημέροις πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω:? πατὴρ ἄνωγέ ς οὕστινας κομπεῖς γάμους αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους. καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως, ἀλλ αὔθ ἕκαστα φράζε: μηδέ μοι διπλᾶς ὁδούς, Προμηθεῦ, προσβάλῃς: ὁρᾷς δ ὅτι Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται. σεμνόστομός γε καὶ φρονήματος πλέως ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου. νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ ναίειν ἀπενθῆ πέργαμ: οὐκ ἐκ τῶνδ ἐγὼ δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην· τρίτον δὲ τὸν νῦν κοιρανοῦντ ἐπόψομαι αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς· πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν: πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.?

상위

Prometheus Bound (결박된 프로메테우스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION