호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν, ἔσται ταπεινός, οἱο῀ν ἐξαρτύεται γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος θρόνων τ ἀίστον ἐκβαλεῖ:? πατρὸς δ ἀρὰ Κρόνου τότ ἤδη παντελῶς κρανθήσεται, ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων. τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν δύναιτ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς. ἐγὼ τάδ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις πιστός, τινάσσων τ ἐν χεροῖν πύρπνουν βέλος. οὐδὲν γὰρ αὐτῷ ταῦτ ἐπαρκέσει τὸ μὴ οὐ πεσεῖν ἀτίμως πτώματ οὐκ ἀνασχετά: τοῖον παλαιστὴν νῦν παρασκευάζεται ἐπ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας: ὃς δὴ κεραυνοῦ κρείσσον εὑρήσει φλόγα, βροντῆς θ ὑπερβάλλοντα καρτερὸν κτύπον: θαλασσίαν τε γῆς τινάκτειραν νόσον τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ. πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται ὅσον τό τ ἄρχειν καὶ τὸ δουλεύειν δίχα. σύ θην ἃ χρῄζεις, ταῦτ ἐπιγλωσσᾷ Διός. ἅπερ τελεῖται, πρὸς δ ἃ βούλομαι λέγω. καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα· καὶ τῶνδέ γ, ἕξει δυσλοφωτέρους πόνους. πῶς δ οὐχὶ ταρβεῖς τοιάδ ἐκρίπτων ἔπη· τί δ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον· ἀλλ ἆθλον ἄν σοι τοῦδ ἔτ ἀλγίω πόροι. ὁ δ οὖν ποιείτω: πάντα προσδοκητά μοι. οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί. σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ ἀεί. ἐμοὶ δ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει. δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον, ὅπως θέλει: δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς. ἀλλ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν, τὸν τοῦ τυράννου τοῦ νέου διάκονον: πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기