- 텍스트

Aeschylus, Prometheus Bound, episode, lyric

(아이스킬로스, 결박된 프로메테우스, episode, lyric)

ἐά ἐά, ἄπεχε, φεῦ:? οὔποτ οὔποτ ηὔχουν <ὧδε > ξένους μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν, οὐδ ὧδε δυσθέατα καὶ δύσοιστα πήματα, λύματα, δείματα ἀμ- φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν. ἰὼ ἰὼ μοῖρα μοῖρα, πέφρικ εἰσιδοῦσα πρᾶξιν Ιοὖς. πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ:

ἐπίσχες ἔστ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς. λέγ, ἐκδίδασκε: τοῖς νοσοῦσί τοι γλυκὺ τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς. τὴν πρίν γε χρείαν ἠνύσασθ ἐμοῦ πάρα κούφως: μαθεῖν γὰρ τῆσδε πρῶτ ἐχρῄζετε τὸν ἀμφ ἑαυτῆς ἆθλον ἐξηγουμένης: τὰ λοιπὰ νῦν ἀκούσαθ, οἱᾶ χρὴ πάθη τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα. σύ τ Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους θυμῷ βάλ, ὡς ἂν τέρματ ἐκμάθῃς ὁδοῦ. πρῶτον μὲν ἐνθένδ ἡλίου πρὸς ἀντολὰς στρέψασα σαυτὴν στεῖχ ἀνηρότους γύας:

Σκύθας δ ἀφίξῃ νομάδας, οἳ πλεκτὰς στέγας πεδάρσιοι ναίους ἐπ εὐκύκλοις ὄχοις ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι: οἷς μὴ πελάζειν, ἀλλ ἁλιστόνοις πόδας χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα. λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή. ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι ξένοις. ἥξεις δ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον, ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν, πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος κροτάφων ἀπ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν βῆναι κέλευθον, ἔνθ, Ἀμαζόνων στρατὸν ἥξεις στυγάνορ, αἳ Θεμίσκυράν ποτε κατοικιοῦσιν ἀμφὶ Θερμώδονθ, ἵνα τραχεῖα πόντου Σαλμυδησσία γνάθος ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν: αὗταί ς ὁδηγήσουσι καὶ μάλ ἀσμένως. ἰσθμὸν δ ἐπ αὐταῖς στενοπόροις λίμνης πύλαις Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ λιποῦσαν αὐλῶν ἐκπερᾶν Μαιωτικόν: ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας, Βόσπορος δ ἐπώνυμος κεκλήσεται. λιποῦσα δ Εὐρώπης πέδον ἤπειρον ἥξεις Ἀσιάδ: . ἆρ, ὑμῖν δοκεῖ ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ ὁμῶς βίαιος εἶναι· τῇδε γὰρ θνητῇ θεὸς χρῄζων μιγῆναι τάσδ ἐπέρριψεν πλάνας. πικροῦ δ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους, εἶναι δόκει σοι μηδέπω ν προοιμίοις. ἰώ μοί μοι, ἐ` ἔ.

σὺ δ αὖ κέκραγας κἀναμυχθίζῃ· τί που δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά· ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς· δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης. τί δῆτ ἐμοὶ ζῆν κέρδος, ἀλλ οὐκ ἐν τάχει ἔρριψ ἐμαυτὴν τῆσδ ἀπὸ στύφλου πέτρας, ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων ἀπηλλάγην· κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς. ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις, ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον: αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή: νῦν δ οὐδέν ἐστι τέρμα μοι προκείμενον μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος. ἦ γάρ ποτ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία· ἥδοι ἄν, οἶμαι, τήνδ ἰδοῦσα συμφοράν. πῶς δ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς· ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν πάρα. πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται· πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων. ποίῳ τρόπῳ· σήμηνον, εἰ μή τις βλάβη. γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ ἀσχαλᾷ. θέορτον, ἢ βρότειον· εἰ ῥητόν, φράσον. τί δ ὅντιν: · οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε. ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων· ἣ τέξεταί γε παῖδα φέρτερον πατρός. οὐδ ἔστιν αὐτῷ τῆσδ ἀποστροφὴ τύχης· οὐ δῆτα, πλὴν ἔγωγ ἂν ἐκ δεσμῶν λυθείς. τίς οὖν ὁ λύσων ἐστὶν ἄκοντος Διός· τῶν σῶν τιν αὐτὸν ἐγγόνων εἶναι χρεών. πῶς εἶπας· ἦ μὸς παῖς ς ἀπαλλάξει κακῶν· τρίτος γε γένναν πρὸς δέκ ἄλλαισιν γοναῖς. ἥδ οὐκέτ εὐξύμβλητος ἡ χρησμῳδία. καὶ μηδὲ σαυτῆς ἐκμαθεῖν ζήτει πόνους. μή μοι προτείνων κέρδος εἶτ ἀποστέρει. δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι. ποίοιν· πρόδειξον, αἱρ´εσίν τ ἐμοὶ δίδου. δίδωμ:

ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ ἐμέ. τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ ἐμοὶ χάριν θέσθαι θέλησον, μηδ ἀτιμάσῃς λόγου: καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην, ἐμοὶ δὲ τὸν λύσοντα: τοῦτο γὰρ ποθῶ. ἐπεὶ προθυμεῖσθ, οὐκ ἐναντιώσομαι τὸ μὴ οὐ γεγωνεῖν πᾶν ὅσον προσχρῄζετε. σοὶ πρῶτον, Ιοἶ, πολύδονον πλάνην φράσω, ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν. ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν ὁρ´ον, πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς πόντου περῶσα φλοῖσβον, ἔστ ἂν ἐξίκῃ πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ ἐκτημέναι, μονόδοντες, ἃς οὔθ ἥλιος προσδέρκεται ἀκτῖσιν οὔθ ἡ νύκτερος μήνη ποτέ.

πέλας δ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι, δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς, ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς. τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω: ἄλλην δ ἄκουσον δυσχερῆ θεωρίαν: ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν Ἀριμασπὸν ἱπποβάμον, οἳ χρυσόρρυτον οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου: τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ. τούτου παρ ὄχθας ἑρ´φ, ἑώς ἂν ἐξίκῃ καταβασμόν, ἔνθα Βιβλίνων ὀρῶν ἄπο ἱήσι σεπτὸν Νεῖλος εὔποτον ῥέος. οὗτός ς ὁδώσει τὴν τρίγωνον ἐς χθόνα Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν, Ιοἶ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι. τῶν δ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον, ἐπανδίπλαζε καὶ σαφῶς ἐκμάνθανε:

σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι. εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης, λέγ:

εἰ δὲ πάντ εἴρηκας, ἡμῖν αὖ χάριν δὸς ἥνπερ αἰτούμεσθα, μέμνησαι δέ που. τὸ πᾶν πορείας ἥδε τέρμ ἀκήκοεν. ὅπως δ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου, ἃ πρὶν μολεῖν δεῦρ ἐκμεμόχθηκεν φράσω, τεκμήριον τοῦτ αὐτὸ δοὺς μύθων ἐμῶν. ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων, πρὸς αὐτὸ δ εἶμι τέρμα σῶν πλανημάτων.

ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα, τὴν αἰπύνωτόν τ ἀμφὶ Δωδώνην, ἵνα μαντεῖα θᾶκός τ ἐστὶ Θεσπρωτοῦ Διός, τέρας τ ἄπιστον, αἱ προσήγοροι δρύες, ὑφ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ μέλλους ἔσεσθαι.

τῶνδε προσσαίνει σέ τι · ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας, ἀφ οὗ παλιμπλάγκτοισι χειμάζῃ δρόμοις: χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός, σαφῶς ἐπίστας, Ιὄνιος κεκλήσεται,. τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς. σημεῖά σοι τάδ ἐστὶ τῆς ἐμῆς φρενός, ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.

τὰ λοιπὰ δ ὑμῖν τῇδέ τ ἐς κοινὸν φράσω, ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος. ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός, Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι:

ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον. ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα: πέμπτη δ ἀπ αὐτοῦ γέννα πεντηκοντάπαις πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦς ἐλεύσεται θηλύσπορος, φεύγουσα συγγενῆ γάμον ἀνεψιῶν: οἱ δ ἐπτοημένοι φρένας, κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι, ἥξουσι θηρεύοντες οὐ θηρασίμους γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός: Πελασγία δὲ δέξεται θηλυκτόνῳ Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει. γυνὴ γὰρ ἄνδρ ἕκαστον αἰῶνος στερεῖ, δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος: τοιάδ ἐπ ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις. μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ κτεῖναι σύνευνον, ἀλλ ἀπαμβλυνθήσεται γνώμην: δυοῖν δὲ θάτερον βουλήσεται, κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος: αὕτη κατ Ἄργος βασιλικὸν τέξει γένος. μακροῦ λόγου δεῖ ταῦτ ἐπεξελθεῖν τορῶς. σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδ ἐμὲ λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις: ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου εἰπεῖν, σύ τ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.?

상위

Prometheus Bound (결박된 프로메테우스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION