- 텍스트

Aeschylus, Prometheus Bound, choral, strophe 1

(아이스킬로스, 결박된 프로메테우스, choral, strophe 1)

ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ ἀχέτας ὑπνοδόταν νόμον:? ἰὼ ἰὼ πόποι, ποῖ μ ἄγουσι τη- λέπλαγκτοι πλάναι· τί ποτέ μ, ὦ Κρόνιε παῖ, τί ποτε ταῖσδ ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν πημοναῖσιν· ἓ ἕ, οἰστρηλάτῳ δὲ δείματι δειλαίαν παράκοπον ὧδε τείρεις· πυρί <με > φλέξον, ἢ χθονὶ κάλυψον, ἤ ποντίοις δάκεσι δὸς βοράν, μηδέ μοι φθονήσῃς εὐγμάτων, ἄναξ. ἄδην με πολύπλανοι πλάναι γεγυμνάκασιν, οὐδ ἔχω μαθεῖν ὅπα πημονὰς ἀλύξω. κλύεις φθέγμα τᾶς βούκερω παρθένου· πῶς δ οὐ κλύω τῆς οἰστροδινήτου κόρης, τῆς Ἰναχείας·

ἣ Διὸς θάλπει κέαρ ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.?

상위

Prometheus Bound (결박된 프로메테우스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION