- 텍스트

Aeschylus, Prometheus Bound, episode, anapests 5:

(아이스킬로스, 결박된 프로메테우스, episode, anapests 5:)

οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι·? ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ. ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα ὁρᾷς ἐνοῦσαν ζημίαν· δίδασκέ με. μόχθον περισσὸν κουφόνουν τ εὐηθίαν. ἐά με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν. ἐμὸν δοκήσει τἀμπλάκημ εἶναι τόδε. σαφῶς μ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν. μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ. ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας· τούτου φυλάσσου μή ποτ ἀχθεσθῇ κέαρ. ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος. στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν. ὁρμωμένῳ μοι τόνδ ἐθώυξας λόγον. λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς τετρασκελὴς οἰωνός: ἄσμενος δέ τἂν σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.?

상위

Prometheus Bound (결박된 프로메테우스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION