호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ζηλῶ ς ὁθούνεκ ἐκτὸς αἰτίας κυρεῖς τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.? καὶ νῦν ἐάσον μηδέ σοι μελησάτω. πάντως γὰρ οὐ πείσεις νιν: οὐ γὰρ εὐπιθής. πάπταινε δ αὐτὸς μή τι πημανθῇς ὁδῷ. πολλῷ γ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς ἢ σαυτόν: ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι. ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ δώσειν Δί, ὥστε τῶνδέ ς ἐκλῦσαι πόνων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기