호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐά:? τί χρῆμα λεύσσω· καὶ σὺ δὴ πόνων ἐμῶν ἥκεις ἐπόπτης· πῶς ἐτόλμησας, λιπὼν ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ αὐτόκτιτ ἄντρα, τὴν σιδηρομήτορα ἐλθεῖν ἐς αἰᾶν· ἦ θεωρήσων τύχας ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς· δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον, τὸν συγκαταστήσαντα τὴν τυραννίδα, οἱαίς ὑπ αὐτοῦ πημοναῖσι κάμπτομαι. ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ. γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους νέους: νέος γὰρ καὶ τύραννος ἐν θεοῖς. εἰ δ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους ῥίψεις, τάχ ἄν σου καὶ μακρὰν ἀνωτέρω θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν. ἀλλ, ὦ ταλαίπωρ, ἃς ἔχεις ὀργὰς ἄφες, ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς. ἀρχαῖ ἴσως σοι φαίνομαι λέγειν τάδε: τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται. σὺ δ οὐδέπω ταπεινὸς οὐδ εἴκεις κακοῖς, πρὸς τοῖς παροῦσι δ ἄλλα προσλαβεῖν θέλεις. οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι τραχὺς μόναρχος οὐδ ὑπεύθυνος κρατεῖ. καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι ἐὰν δύνωμαι τῶνδέ ς ἐκλῦσαι πόνων. σὺ δ ἡσύχαζε μηδ ἄγαν λαβροστόμει. ἢ οὐκ οἶσθ ἀκριβῶς ὢν περισσόφρων ὅτι γλώσσῃ ματαίᾳ ζημία προστρίβεται·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기