- 텍스트

Aeschylus, Prometheus Bound, episode, anapests

(아이스킬로스, 결박된 프로메테우스, episode, anapests)

ἥκω δολιχῆς τέρμα κελεύθου διαμειψάμενος πρὸς σέ, Προμηθεῦ, τὸν πτερυγωκῆ τόνδ οἰωνὸν γνώμῃ στομίων ἄτερ εὐθύνων:? ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ. τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως ἐσαναγκάζει, χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ μείζονα μοῖραν νείμαιμ ἢ σοί. γνώσῃ δὲ τάδ ὡς ἔτυμ, οὐδὲ μάτην χαριτογλωσσεῖν ἔνι μοι: φέρε γὰρ σήμαιν ὅ τι χρή σοι συμπράσσειν: οὐ γάρ ποτ ἐρεῖς ὡς Ὠκεανοῦ φίλος ἐστὶ βεβαιότερός σοι. ἐά:

τί χρῆμα λεύσσω· καὶ σὺ δὴ πόνων ἐμῶν ἥκεις ἐπόπτης· πῶς ἐτόλμησας, λιπὼν ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ αὐτόκτιτ ἄντρα, τὴν σιδηρομήτορα ἐλθεῖν ἐς αἰᾶν· ἦ θεωρήσων τύχας ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς· δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον, τὸν συγκαταστήσαντα τὴν τυραννίδα, οἱαίς ὑπ αὐτοῦ πημοναῖσι κάμπτομαι. ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ. γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους νέους: νέος γὰρ καὶ τύραννος ἐν θεοῖς. εἰ δ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους ῥίψεις, τάχ ἄν σου καὶ μακρὰν ἀνωτέρω θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν. ἀλλ, ὦ ταλαίπωρ, ἃς ἔχεις ὀργὰς ἄφες, ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς. ἀρχαῖ ἴσως σοι φαίνομαι λέγειν τάδε: τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται. σὺ δ οὐδέπω ταπεινὸς οὐδ εἴκεις κακοῖς, πρὸς τοῖς παροῦσι δ ἄλλα προσλαβεῖν θέλεις. οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι τραχὺς μόναρχος οὐδ ὑπεύθυνος κρατεῖ. καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι ἐὰν δύνωμαι τῶνδέ ς ἐκλῦσαι πόνων. σὺ δ ἡσύχαζε μηδ ἄγαν λαβροστόμει. ἢ οὐκ οἶσθ ἀκριβῶς ὢν περισσόφρων ὅτι γλώσσῃ ματαίᾳ ζημία προστρίβεται· ζηλῶ ς ὁθούνεκ ἐκτὸς αἰτίας κυρεῖς τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.

καὶ νῦν ἐάσον μηδέ σοι μελησάτω. πάντως γὰρ οὐ πείσεις νιν: οὐ γὰρ εὐπιθής. πάπταινε δ αὐτὸς μή τι πημανθῇς ὁδῷ. πολλῷ γ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς ἢ σαυτόν: ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι. ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς. αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ δώσειν Δί, ὥστε τῶνδέ ς ἐκλῦσαι πόνων. τὰ μὲν ς ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ:

προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις. ἀλλ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων: ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδ εἵνεκα θέλοιμ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν. οὐ δῆτ ἐπεί με καὶ κασιγνήτου τύχαι τείρους Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους ἕστηκε κίον οὐρανοῦ τε καὶ χθονὸς ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον. τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας ἑκατογκάρανον πρὸς βίαν χειρούμενον Τυφῶνα θοῦρον: πᾶσιν ὅς ἀντέστη θεοῖς, σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον: ἐξ ὀμμάτων δ ἤστραπτε γοργωπὸν σέλας, ὡς τὴν Διὸς τυραννίδ ἐκπέρσων βίᾳ: ἀλλ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος, καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα, ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς ἐφεψαλώθη κἀξεβροντήθη σθένος. καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας κεῖται στενωποῦ πλησίον θαλασσίου ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο: κορυφαῖς δ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ Ἥφαιστος: ἔνθεν ἐκραγήσονταί ποτε ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις τῆς καλλικάρπου Σικελίας λευροὺς γύας: τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης, καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος. σὺ δ οὐκ ἄπειρος, οὐδ ἐμοῦ διδασκάλου χρῄζεις:

σεαυτὸν σῷζ ὅπως ἐπίστασαι: ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην, ἔστ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου. οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι·

ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ. ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα ὁρᾷς ἐνοῦσαν ζημίαν· δίδασκέ με. μόχθον περισσὸν κουφόνουν τ εὐηθίαν. ἐά με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν. ἐμὸν δοκήσει τἀμπλάκημ εἶναι τόδε. σαφῶς μ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν. μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ. ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας· τούτου φυλάσσου μή ποτ ἀχθεσθῇ κέαρ. ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος. στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν. ὁρμωμένῳ μοι τόνδ ἐθώυξας λόγον. λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς τετρασκελὴς οἰωνός: ἄσμενος δέ τἂν σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.?

상위

Prometheus Bound (결박된 프로메테우스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION