호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάντ ἐκκάλυψον καὶ γέγων ἡμῖν λόγον, ποίῳ λαβών σε Ζεὺς ἐπ αἰτιάματι, οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται:? δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ. ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε, ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα. ἐπεὶ τάχιστ ἤρξαντο δαίμονες χόλου στάσις τ ἐν ἀλλήλοισιν ὠροθύνετο, οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον, ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν σπεύδοντες, ὡς Ζεὺς μήποτ ἄρξειεν θεῶν, ἐνταῦθ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα, οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς ἀτιμάσαντες καρτεροῖς φρονήμασιν ᾤοντ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν: ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις, καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία, τὸ μέλλον κραίνοιτο προυτεθεσπίκει, ὡς οὐ κατ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν. τοιαῦτ ἐμοῦ λόγοισιν ἐξηγουμένου οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν. κράτιστα δή μοι τῶν παρεστώτων τότε ἐφαίνετ εἶναι προσλαβόντα μητέρα ἑκόνθ ἑκόντι Ζηνὶ συμπαραστατεῖν. ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον αὐτοῖσι συμμάχοισι. τοιάδ ἐξ ἐμοῦ ὁ τῶν θεῶν τύραννος ὠφελημένος κακαῖσι ποιναῖς ταῖσδὲ μ ἐξημείψατο. ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기