- 텍스트

Aeschylus, Prometheus Bound, episode 5:

(아이스킬로스, 결박된 프로메테우스, episode 5:)

καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.? πλὴν τοῦδ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι. ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον στέρνων διαμπὰξ πασσάλευ ἐρρωμένως. αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων. σὺ δ αὖ κατοκνεῖς τῶν Διός τ ἐχθρῶν ὕπερ στένεις· ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε. ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν. ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων. ἀλλ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε. δρᾶν ταῦτ ἀνάγκη, μηδὲν ἐγκέλευ ἄγαν. ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός. χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ. καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ. ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας: ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς. ὅμοια μορφῇ γλῶσσά σου γηρύεται. σὺ μαλθακίζου, τὴν δ ἐμὴν αὐθαδίαν ὀργῆς τε τραχύτητα μὴ πίπλησσέ μοι. στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρ ἔχει. ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα συλῶν ἐφημέροισι προστίθει. τί σοι οἱοί῀ τε θνητοὶ τῶνδ ἀπαντλῆσαι πόνων· ψευδωνύμως σε δαίμονες Προμηθέα καλοῦσιν: αὐτὸν γάρ σε δεῖ προμηθέως, ὅτῳ τρόπῳ τῆσδ ἐκκυλισθήσῃ τέχνης.?

상위

Prometheus Bound (결박된 프로메테우스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION