- 텍스트

Aeschylus, Prometheus Bound, episode 4:

(아이스킬로스, 결박된 프로메테우스, episode 4:)

εἰε῀ν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην·? τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν, ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας· τὸ συγγενές τοι δεινὸν ἥ θ ὁμιλία. σύμφημ: ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων οἱό῀ν τε πῶς· οὐ τοῦτο δειμαίνεις πλέον· αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως. ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην. ὦ πολλὰ μισηθεῖσα χειρωναξία. τί νιν στυγεῖς· πόνων γὰρ ὡς ἁπλῷ λόγῳ τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη. ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν. ἅπαντ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν: ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός. ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω. οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν, ὡς μή ς ἐλινύοντα προσδερχθῇ πατήρ· καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα. βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις. περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε. ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα. δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον. ἄραρεν ἥδε γ ὠλένη δυσεκλύτως.?

상위

Prometheus Bound (결박된 프로메테우스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION