호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ πιστὰ πιστῶν ἥλικές θ ἥβης ἐμῆς Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον·? στένει, κέκοπται, καὶ χαράσσεται πέδον. λεύσσων δ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην. ὑμεῖς δὲ θρηνεῖτ ἐγγὺς ἑστῶτες τάφου καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις οἰκτρῶς καλεῖσθέ μ: ἐστὶ δ οὐκ εὐέξοδον, ἄλλως τε πάντως χοἰ κατὰ χθονὸς θεοὶ λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι. ὅμως δ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ ἥκω. τάχυνε δ ὡς ἄμεμπτος ὦ χρόνου. τί ἐστι Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기