호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ Ζεῦ βασιλεῦ, νῦν <γὰρ> Περσῶν τῶν μεγαλαύχων καὶ πολυάνδρων στρατιὰν ὀλέσας ἄστυ τὸ Σούσων ἠδ Ἀγβατάνων πένθει δνοφερῷ κατέκρυψας:? πολλαὶ δ ἀταλαῖς χερσὶ καλύπτρας κατερεικόμεναι διαμυδαλέοις δάκρυσι κόλπους τέγγους, ἄλγους μετέχουσαι. αἱ δ ἁβρόγοοι Περσίδες ἀνδρῶν ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν, λέκτρων εὐνὰς ἁβροχίτωνας, χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι, πενθοῦσι γόοις ἀκορεστοτάτοις. κἀγὼ δὲ μόρον τῶν οἰχομένων αἴρω δοκίμως πολυπενθῆ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기