호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει.? οἲ γὼ τάλαινα διαπεπραγμένου στρατοῦ: ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων, ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά. ὑμεῖς δὲ φαύλως αὔτ ἄγαν ἐκρίνατε. ὅμως δ, ἐπειδὴ τῇδ ἐκύρωσεν φάτις ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω: ἔπειτα Γῇ τε καὶ φθιτοῖς δωρήματα ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν, - ἐπίσταμαι μὲν ὡς ἐπ ἐξειργασμένοις, ἀλλ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι. ὑμᾶς δὲ χρὴ πὶ τοῖσδε τοῖς πεπραγμένοις πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα: καὶ παῖδ, ἐάν περ δεῦρ ἐμοῦ πρόσθεν μόλῃ, παρηγορεῖτε, καὶ προπέμπετ ἐς δόμους, μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기