호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ναῶν γε ταγοὶ τῶν λελειμμένων σύδην κατ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν:? στρατὸς δ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ διώλλυθ, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος δίψῃ πονοῦντες, οἱ δ ὑπ ἄσθματος κενοὶ διεκπερῶμεν ἔς τε Φωκέων χθόνα καὶ Δωρίδ αἰᾶν, Μηλιᾶ τε κόλπον, οὗ Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ: κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους βορᾶς ἐδέξαντ: ἔνθα δὴ πλεῖστοι θάνον δίψῃ τε λιμῷ τ: ἀμφότερα γὰρ ἦν τάδε. Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων χώραν ἀφικόμεσθ, ἐπ Ἀξίου πόρον, Βόλβης θ ἕλειον δόνακα, Πάγγαιόν τ ὄρος, Ἠδωνίδ αἰᾶν: νυκτὶ δ ἐν ταύτῃ θεὸς χειμῶν ἀώρον ὦρσε, πήγνυσιν δὲ πᾶν ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις τὸ πρὶν νομίζων οὐδαμοῦ τότ ηὔχετο λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν. ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον: χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ ἀκτῖνας ὡρμήθη, σεσωσμένος κυρεῖ. φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος μέσον πόρον διῆκε, θερμαίνων φλογί. πῖπτον δ ἐπ ἀλλήλοισιν: ηὐτύχει δέ τοι ὅστις τάχιστα πνεῦμ ἀπέρρηξεν βίου. ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας, Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ, ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες, ἐφ ἑστιοῦχον γαῖαν: ὡς στένειν πόλιν Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός. ταῦτ ἔστ ἀληθῆ: πολλὰ δ ἐκλείπω λέγων κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기