- 텍스트

Aeschylus, Persians, episode 4:

(아이스킬로스, 페르시아인들, episode 4:)

αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει.? εὖ νυν τόδ ἴσθι, μηδέπω μεσοῦν κακόν: τοιάδ ἐπ αὐτοῖς ἦλθε συμφορὰ πάθους ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ. καὶ τίς γένοιτ ἂν τῆσδ ἔτ ἐχθίων τύχη· λέξον τίν αὖ φὴς τήνδε συμφορὰν στρατῷ ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα. Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν, ψυχήν τ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς, αὐτῷ τ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί, τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ. οἲ γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι. ποίῳ μόρῳ δὲ τούσδε φὴς ὀλωλέναι· νῆσός τις ἔστι πρόσθε Σαλαμῖνος τόπων, βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος Πὰν ἐμβατεύει, ποντίας ἀκτῆς ἔπι. ἐνταῦθα πέμπει τούσδ, ὅπως, ὅταν νεῶν φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο, κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν, φίλους δ ὑπεκσῴζοιεν ἐναλίων πόρων, κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης, αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας ὅπλοισι ναῶν ἐξέθρῳσκον: ἀμφὶ δὲ κυκλοῦντο πᾶσαν νῆσον, ὥστ ἀμηχανεῖν ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν πέτροισιν ἠράσσοντο, τοξικῆς τ ἄπο θώμιγγος ἰοὶ προσπίτνοντές ὤλλυσαν: τέλος δ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου παίουσι, κρεοκοποῦσι δυστήνων μέλη, ἑώς ἁπάντων ἐξαπέφθειραν βίον. Ξέρξης δ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος: ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ, ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός: ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ, πεζῷ παραγγείλας ἄφαρ στρατεύματι, ἱής ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν.?

상위

Persians (페르시아인들)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION