호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν.? ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε, ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας, Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο. ὁ δ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον, πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον, εὖτ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ, τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισὶν ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους, ἄλλας δὲ κύκλῳ νῆσον Αἰάντος πέριξ: ὡς εἰ μόρον φευξοίαθ Ἕλληνες κακόν, ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά, πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον. τοσαῦτ ἔλεξε κάρθ ὑπ εὐθύμου φρενός: οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο. οἱ δ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ δεῖπνόν τ ἐπορσύνοντο, ναυβάτης τ ἀνὴρ τροποῦτο κώπην σκαλμὸν ἀμφ εὐήρετμον. ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ ἐς ναῦν ἐχώρει πᾶς θ ὅπλων ἐπιστάτης: τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς: πλέουσι δ ὡς ἕκαστος ἦν τεταγμένος, καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν ναῶν ἄνακτες πάντα ναυτικὸν λεών. καὶ νὺξ ἐχώρει, κοὐ μάλ Ἑλλήνων στρατὸς κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο: ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν, πρῶτον μὲν ἠχῇ κέλαδος Ἑλλήνων πάρα μολπηδὸν ηὐφήμησεν, ὄρθιον δ ἅμα ἀντηλάλαξε νησιώτιδος πέτρας ἠχώ: φόβος δὲ πᾶσι βαρβάροις παρῆν γνώμης ἀποσφαλεῖσιν: οὐ γὰρ ὡς φυγῇ παιᾶν ἐφύμνουν σεμνὸν Ἕλληνες τότε, ἀλλ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기