- 텍스트

Aeschylus, Persians, choral, anapests

(아이스킬로스, 페르시아인들, choral, anapests)

ἀλλ ἄγε, Πέρσαι, τόδ ἐνεζόμενοι στέγος ἀρχαῖον, φροντίδα κεδνὴν καὶ βαθύβουλον θώμεθα, χρεία δὲ προσήκει, πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς Δαρειογενής, τὸ πατρωνύμιον γένος ἡμέτερον:? πότερον τόξου ῥῦμα τὸ νικῶν, ἢ δορικράνου λόγχης ἰσχὺς κεκράτηκεν. ἀλλ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς φάος ὁρμᾶται μήτηρ βασιλέως, βασίλεια δ ἐμή: προσπίτνω: καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν πάντας μύθοισι προσαυδᾶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION