호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ζεῦ Ζεῦ, τί λέγω, πόθεν ἄρξωμαι τάδ ἐπευχομένη κἀπιθεάζους, ὑπὸ δ εὐνοίας πῶς ἴσον εἰποῦς ἀνύσωμαι·? νῦν γὰρ μέλλουσι μιανθεῖσαι πειραὶ κοπάνων ἀνδροδαΐκτων ἢ πάνυ θήσειν Ἀγαμεμνονίων οἴκων ὄλεθρον διὰ παντός, ἢ πῦρ καὶ φῶς ἐπ ἐλευθερίᾳ δαίων ἀρχάς τε πολισσονόμους πατέρων <θ> ἕξει μέγαν ὄλβον. τοιάνδε πάλην μόνος ὢν ἔφεδρος δισσοῖς μέλλει θεῖος Ὀρέστης ἅψειν. εἰή δ ἐπὶ νίκῃ. ἐ` ἔ, ὀτοτοτοῖ.
ἐά ἐά μάλα: πῶς ἔχει· πῶς κέκρανται δόμοις· ἀποσταθῶμεν πράγματος τελουμένου, ὅπως δοκῶμεν τῶνδ ἀναίτιαι κακῶν εἶναι: μάχης γὰρ δὴ κεκύρωται τέλος. οἴμοι, πανοίμοι δεσπότου πεπληγμένου:
οἴμοι μάλ αὖθις ἐν τρίτοις προσφθέγμασιν. Αἴγισθος οὐκέτ ἔστιν. ἀλλ ἀνοίξατε ὅπως τάχιστα, καὶ γυναικείους πύλας μοχλοῖς χαλᾶτε: καὶ μάλ ἡβῶντος δὲ δεῖ, οὐχ ὡς δ ἀρῆξαι διαπεπραγμένῳ: τί γάρ· ἰοὺ ἰού. κωφοῖς ἀυτῶ καὶ καθεύδουσιν μάτην ἄκραντα βάζω· ποῖ Κλυταιμήστρα· τί δρᾷ· ἐοίκε νῦν αὐτῆς ἐπὶ ξυροῦ πέλας αὐχὴν πεσεῖσθαι πρὸς δίκην πεπληγμένος. τί δ ἐστὶ χρῆμα· τίνα βοὴν ἵστης δόμοις· τὸν ζῶντα καίνειν τοὺς τεθνηκότας λέγω. οἲ γώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων. δόλοις ὀλούμεθ, ὥσπερ οὖν ἐκτείναμεν. δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος: εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα: ἐνταῦθα γὰρ δὴ τοῦδ ἀφικόμην κακοῦ. σὲ καὶ ματεύω: τῷδε δ ἀρκούντως ἔχει. οἲ γώ. τέθνηκας, φίλτατ Αἰγίσθου βία. φιλεῖς τὸν ἄνδρα· τοιγὰρ ἐν ταὐτῷ τάφῳ κείσῃ: θανόντα δ οὔτι μὴ προδῷς ποτε. ἐπίσχες, ὦ παῖ, τόνδε δ αἴδεσαι, τέκνον, μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα. Πυλάδη τί δράσω· μητέρ αἰδεσθῶ κτανεῖν· ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα τὰ πυθόχρηστα, πιστὰ δ εὐορκώματα·
ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον. κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς. ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω. καὶ ζῶντα γάρ νιν κρείσσον ἡγήσω πατρός: τούτῳ θανοῦσα ξυγκάθευδ, ἐπεὶ φιλεῖς τὸν ἄνδρα τοῦτον, ὃν δ ἐχρῆν φιλεῖν στυγεῖς. ἐγώ ς ἔθρεψα, σὺν δὲ γηράναι θέλω. πατροκτονοῦσα γὰρ ξυνοικήσεις ἐμοί· ἡ Μοῖρα τούτων, ὦ τέκνον, παραιτία. καὶ τόνδε τοίνυν Μοῖρ ἐπόρσυνεν μόρον. οὐδὲν σεβίζῃ γενεθλίους ἀράς, τέκνον· τεκοῦσα γάρ μ ἔρριψας ἐς τὸ δυστυχές. οὔτοι ς ἀπέρριψ εἰς δόμους δορυξένους. αἰκῶς ἐπράθην ὢν ἐλευθέρου πατρός. ποῦ δῆθ ὁ τῖμος, ὅντιν ἀντεδεξάμην· αἰσχύνομαί σοι τοῦτ ὀνειδίσαι σαφῶς. μὴ ἀλλ εἴφ ὁμοίως καὶ πατρὸς τοῦ σοῦ μάτας. μὴ λεγχε τὸν πονοῦντ ἔσω καθημένη. ἄλγος γυναιξὶν ἀνδρὸς εἴργεσθαι, τέκνον. τρέφει δέ γ ἀνδρὸς μόχθος ἡμένας ἔσω. κτενεῖν ἐοίκας, ὦ τέκνον, τὴν μητέρα. σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς. ὁρ´α, φύλαξαι μητρὸς ἐγκότους κύνας. τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε· ἐοίκα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην. πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον. οἲ γὼ τεκοῦσα τόνδ ὄφιν ἐθρεψάμην. ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος. ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε. στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν. ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε τλήμων Ὀρέστης, τοῦθ ὅμως αἱρούμεθα, ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기