- 텍스트

Aeschylus, Libation Bearers, episode, anapests 2:

(아이스킬로스, Libation Bearers, episode, anapests 2:)

πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον·? ἦ πῶς· λέγ αὖθις, ὡς μάθω σαφέστερον. εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ. ἄγειν κελεύει δορυφόρους ὀπάονας. μή νυν σὺ ταῦτ ἄγγελλε δεσπότου στύγει: ἀλλ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ, ἄνωχθ ὅσον τάχιστα γηθούσῃ φρενί. ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος. ἀλλ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις· ἀλλ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ. καὶ πῶς· Ὀρέστης ἐλπὶς οἴχεται δόμων. οὔπω: κακός γε μάντις ἂν γνοίη τάδε. τί φής· ἔχεις τι τῶν λελεγμένων δίχα· ἄγγελλ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα. μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι. ἀλλ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις. γένοιτο δ ὡς ἄριστα σὺν θεῶν δόσει.?

상위

Libation Bearers

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION