호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰε῀ν, φίλιαι δμωίδες οἴκων, πότε δὴ στομάτων δείξομεν ἰσχὺν ἐπ Ὀρέστῃ·? ὦ πότνια χθὼν καὶ πότνι ἀκτὴ χώματος, ἣ νῦν ἐπὶ ναυάρχῳ σώματι κεῖσαι τῷ βασιλείῳ, νῦν ἐπάκουσον, νῦν ἐπάρηξον: νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν ξυγκαταβῆναι, χθόνιον δ Ἑρμῆν καὶ τὸν νύχιον τοῖσδ ἐφοδεῦσαι ξιφοδηλήτοισιν ἀγῶσιν. ἐοίκεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν:
τροφὸν δ Ὀρέστου τήνδ ὁρῶ κεκλαυμένην. ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας· λύπη δ ἄμισθός ἐστί σοι ξυνέμπορος· Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν ὅπως τάχιστ ἄνωγεν, ὡς σαφέστερον ἀνὴρ ἀπ ἀνδρὸς τὴν νεάγγελτον φάτιν ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων κεύθους ἐπ ἔργοις διαπεπραγμένοις καλῶς κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν, φήμης ὕφ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς. ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον, εὖτ ἂν πύθηται μῦθον. ὦ τάλαιν ἐγώ: ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα ἄλγη δύσοιστα τοῖσδ ἐν Ἀτρέως δόμοις τυχόντ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα. ἀλλ οὔτι πω τοιόνδε πῆμ ἀνεσχόμην: τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά: φίλον δ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν, ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη, - κἀκ νυκτιπλάγκτων ὀρθίων κελευμάτων καὶ πολλὰ καὶ μοχθήρ ἀνωφέλητ ἐμοὶ τλάσῃ: - τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ· τρόπῳ φρενός: οὐ γάρ τι φωνεῖ παῖς ἔτ ὢν ἐν σπαργάνοις, εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία ἔχει: νέα δὲ νηδὺς αὐτάρκης τέκνων. τούτων πρόμαντις οὖσα, πολλὰ δ, οἰόμαι, ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια, γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος. ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας ἔχους Ὀρέστην ἐξεδεξάμην πατρί: τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι. στείχω δ ἐπ ἄνδρα τῶνδε λυμαντήριον οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον. πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον·
ἦ πῶς· λέγ αὖθις, ὡς μάθω σαφέστερον. εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ. ἄγειν κελεύει δορυφόρους ὀπάονας. μή νυν σὺ ταῦτ ἄγγελλε δεσπότου στύγει: ἀλλ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ, ἄνωχθ ὅσον τάχιστα γηθούσῃ φρενί. ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος. ἀλλ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις· ἀλλ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ. καὶ πῶς· Ὀρέστης ἐλπὶς οἴχεται δόμων. οὔπω: κακός γε μάντις ἂν γνοίη τάδε. τί φής· ἔχεις τι τῶν λελεγμένων δίχα· ἄγγελλ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα. μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι. ἀλλ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις. γένοιτο δ ὡς ἄριστα σὺν θεῶν δόσει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기