호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πάτερ, τρόποισιν οὐ τυραννικοῖς θανών, αἰτουμένῳ μοι δὸς κράτος τῶν σῶν δόμων.? κἀγώ, πάτερ, τοιάνδε σου χρείαν ἔχω, φυγεῖν μέγαν προσθεῖσαν Αἰγίσθῳ <φθόρον>. οὕτω γὰρ ἄν σοι δαῖτες ἔννομοι βροτῶν κτιζοίατ: εἰ δὲ μή, παρ εὐδείπνοις ἔσῃ ἄτιμος ἐμπύροισι κνισωτοῖς χθονός. κἀγὼ χοάς σοι τῆς ἐμῆς παγκληρίας οἴσω πατρῴων ἐκ δόμων γαμηλίους: πάντων δὲ πρῶτον τόνδε πρεσβεύσω τάφον. ὦ Γαῖ, ἄνες μοι πατέρ ἐποπτεῦσαι μάχην. ὦ Περσέφασσα, δὸς δ ἔτ εὔμορφον κράτος. μέμνησο λουτρῶν οἷς ἐνοσφίσθης, πάτερ. μέμνησο δ ἀμφίβληστρον ὡς ἐκαίνισαν. πέδαις δ ἀχαλκεύτοις ἐθηρεύθης, πάτερ. αἰσχρῶς τε βουλευτοῖσιν ἐν καλύμμασιν. ἆρ ἐξεγείρῃ τοῖσδ ὀνείδεσιν, πάτερ· ἆρ ὀρθὸν αἴρεις φίλτατον τὸ σὸν κάρα· ἤτοι δίκην ἰάλλε σύμμαχον φίλοις, ἢ τὰς ὁμοίας ἀντίδος λαβὰς λαβεῖν, εἴπερ κρατηθείς γ ἀντινικῆσαι θέλεις. καὶ τῆσδ ἄκουσον λοισθίου βοῆς, πάτερ, ἰδὼν νεοσσοὺς τούσδ ἐφημένους τάφῳ: οἴκτιρε θῆλυν ἄρσενός θ ὁμοῦ γόνον, καὶ μὴ ξαλείψῃς σπέρμα Πελοπιδῶν τόδε οὕτω γὰρ οὐ τέθνηκας οὐδὲ περ θανών: παῖδες γὰρ ἀνδρὶ κληδόνες σωτήριοι θανόντι: φελλοὶ δ ὣς ἄγουσι δίκτυον, τὸν ἐκ βυθοῦ κλωστῆρα σῴζοντες λίνου. ἄκου, ὑπὲρ σοῦ τοιάδ ἔστ ὀδύρματα. αὐτὸς δὲ σῴζῃ τόνδε τιμήσας λόγον. καὶ μὴν ἀμεμφῆ τόνδ ἐτείνατον λόγον, τίμημα τύμβου τῆς ἀνοιμώκτου τύχης.
τὰ δ ἄλλ, ἐπειδὴ δρᾶν κατώρθωσαι φρενί, ἔρδοις ἂν ἤδη δαίμονος πειρώμενος. ἔσται: πυθέσθαι δ οὐδέν ἐστ ἔξω δρόμου, πόθεν χοὰς ἔπεμψεν, ἐκ τίνος λόγου μεθύστερον τιμῶς ἀνήκεστον πάθος· θανόντι δ οὐ φρονοῦντι δειλαία χάρις ἐπέμπετ: οὐκ ἔχοιμ ἂν εἰκάσαι τόδε. τὰ δῶρα μείω δ ἐστὶ τῆς ἁμαρτίας. τὰ πάντα γάρ τις ἐκχέας ἀνθ αἵματος ἑνός, μάτην ὁ μόχθος: ὧδ ἔχει λόγος. θέλοντι δ, εἴπερ οἶσθ, ἐμοὶ φράσον τάδε. οἶδ, ὦ τέκνον, παρῆ γάρ: ἔκ τ ὀνειράτων καὶ νυκτιπλάγκτων δειμάτων πεπαλμένη χοὰς ἔπεμψε τάσδε δύσθεος γυνή. ἦ καὶ πέπυσθε τοὔναρ, ὥστ ὀρθῶς φράσαι· τεκεῖν δράκοντ ἔδοξεν, ὡς αὐτὴ λέγει. καὶ ποῖ τελευτᾷ καὶ καρανοῦται λόγος· ἐν ι παιδὸς ὁρμίσαι δίκην. τίνος βορᾶς χρῄζοντα, νεογενὲς δάκος· αὐτὴ προσέσχε μαζὸν ἐν τὠνείρατι. καὶ πῶς ἄτρωτον οὖθαρ ἦν ὑπὸ στύγους· ὥστ ἐν γάλακτι θρόμβον αἵματος σπάσαι. οὔτοι μάταιον: ἀνδρὸς ὄψανον πέλει. ἡ δ ἐξ ὕπνου κέκλαγγεν ἐπτοημένη. πολλοὶ δ ἀνῇθον, ἐκτυφλωθέντες σκότῳ, λαμπτῆρες ἐν δόμοισι δεσποίνης χάριν: πέμπει τ ἔπειτα τάσδε κηδείους χοάς, ἄκος τομαῖον ἐλπίσασα πημάτων. ἀλλ εὔχομαι γῇ τῇδε καὶ πατρὸς τάφῳ τοὔνειρον εἶναι τοῦτ ἐμοὶ τελεσφόρον.
κρίνω δέ τοί νιν ὥστε συγκόλλως ἔχειν. εἰ γὰρ τὸν αὐτὸν χῶρον ἐκλιπὼν ἐμοὶ οὕφις ἐμοῖσι σπαργάνοις ὡπλίζετο, καὶ μαστὸν ἀμφέχασκ ἐμὸν θρεπτήριον, θρόμβῳ δ ἔμειξεν αἵματος φίλον γάλα, ἡ δ ἀμφὶ τάρβει τῷδ ἐπῴμωξεν πάθει, δεῖ τοί νιν, ὡς ἔθρεψεν ἔκπαγλον τέρας, θανεῖν βιαίως: ἐκδρακοντωθεὶς δ ἐγὼ κτείνω νιν, ὡς τοὔνειρον ἐννέπει τόδε. τερασκόπον δὴ τῶνδέ ς αἱροῦμαι πέρι. γένοιτο δ οὕτως. τἄλλα δ ἐξηγοῦ φίλοις, τοὺς μέν τι ποιεῖν, τοὺς δὲ μή τι δρᾶν λέγων. ἁπλοῦς ὁ μῦθος: τήνδε μὲν στείχειν ἔσω, αἰνῶ δὲ κρύπτειν τάσδε συνθήκας ἐμάς, ὡς ἂν δόλῳ κτείναντες ἄνδρα τίμιον δόλοισι καὶ ληφθῶσιν ἐν ταὐτῷ βρόχῳ θανόντες, καὶ Λοξίας ἐφήμισεν, ἄναξ Ἀπόλλων, μάντις ἀψευδὴς τὸ πρίν. ξένῳ γὰρ εἰκώς, παντελῆ σαγὴν ἔχων, ἥξω σὺν ἀνδρὶ τῷδ ἐφ ἑρκείους πύλας Πυλάδῃ, ξένος τε καὶ δορύξενος δόμων.
ἄμφω δὲ φωνὴν ἥσομεν Παρνησσίδα, γλώσσης ἀυτὴν Φωκίδος μιμουμένω. καὶ δὴ θυρωρῶν οὔτις ἂν φαιδρᾷ φρενὶ δέξαιτ, ἐπειδὴ δαιμονᾷ δόμος κακοῖς: μενοῦμεν οὕτως ὥστ ἐπεικάζειν τινὰ δόμους παραστείχοντα καὶ τάδ ἐννέπειν: "τί δὴ πύλαισι τὸν ἱκέτην ἀπείργεται Αἴγισθος, εἴπερ οἶδεν ἔνδημος παρών· εἰ δ οὖν ἀμείψω βαλὸν ἑρκείων πυλῶν κἀκεῖνον ἐν θρόνοισιν εὑρήσω πατρός, ἢ καὶ μολὼν ἔπειτά μοι κατὰ στόμα ἀρεῖ, σάφ ἴσθι, καὶ κατ ὀφθαλμοὺς βαλεῖ, πρὶν αὐτὸν εἰπεῖν "ποδαπὸς ὁ ξένος·
νεκρὸν θήσω, ποδώκει περιβαλὼν χαλκεύματι. φόνου δ Ἐρινὺς οὐχ ὑπεσπανισμένη ἄκρατον αἷμα πίεται τρίτην πόσιν. νῦν οὖν σὺ μὲν φύλασσε τἀν οἴκῳ καλῶς, ὅπως ἂν ἀρτίκολλα συμβαίνῃ τάδε:
ὑμῖν δ ἐπαινῶ γλῶσσαν εὔφημον φέρειν, σιγᾶν θ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια. τὰ δ ἄλλα τούτῳ δεῦρ ἐποπτεῦσαι λέγω, ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기