호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ παῖδες, ὦ σωτῆρες ἑστίας πατρός, σιγᾶθ, ὅπως μὴ πεύσεταί τις, ὦ τέκνα, γλώσσης χάριν δὲ πάντ ἀπαγγείλῃ τάδε πρὸς τοὺς κρατοῦντας:? οὓς ἴδοιμ ἐγώ ποτε θανόντας ἐν κηκῖδι πισσήρει φλογός. οὔτοι προδώσει Λοξίου μεγασθενὴς χρησμὸς κελεύων τόνδε κίνδυνον περᾶν, κἀξορθιάζων πολλὰ καὶ δυσχειμέρους ἄτας ὑφ ἧπαρ θερμὸν ἐξαυδώμενος, εἰ μὴ μέτειμι τοῦ πατρὸς τοὺς αἰτίους: τρόπον τὸν αὐτὸν ἀνταποκτεῖναι λέγων, ἀποχρημάτοισι ζημίαις ταυρούμενον: αὐτὸν δ ἔφασκε τῇ φίλῃ ψυχῇ τάδε τείσειν μ ἔχοντα πολλὰ δυστερπῆ κακά. τὰ μὲν γὰρ ἐκ γῆς δυσφρόνων μηνίματα βροτοῖς πιφαύσκων εἶπε, τὰς δ αἰνῶν νόσους, σαρκῶν ἐπαμβατῆρας ἀγρίαις γνάθοις λειχῆνας ἐξέσθοντας ἀρχαίαν φύσιν: λευκὰς δὲ κόρσας τῇδ ἐπαντέλλειν νόσῳ: ἄλλας τ ἐφώνει προσβολάς Ἐρινύων ἐκ τῶν πατρῴων αἱμάτων τελουμένας: τὸ γὰρ σκοτεινὸν τῶν ἐνερτέρων βέλος ἐκ προστροπαίων ἐν γένει πεπτωκότων, καὶ λύσσα καὶ μάταιος ἐκ νυκτῶν φόβος ὁρῶντα λαμπρὸν ἐν σκότῳ νωμῶντ ὀφρὺν κινεῖ, ταράσσει, καὶ διώκεσθαι πόλεως χαλκηλάτῳ πλάστιγγι λυμανθὲν δέμας. καὶ τοῖς τοιούτοις οὔτε κρατῆρος μέρος εἶναι μετασχεῖν, οὐ φιλοσπόνδου λιβός, βωμῶν τ ἀπείργειν οὐχ ὁρωμένην πατρὸς μῆνιν: δέχεσθαι <δ> οὔτε συλλύειν τινά. πάντων δ ἄτιμον κἄφιλον θνῄσκειν χρόνῳ κακῶς ταριχευθέντα παμφθάρτῳ μόρῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기