호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
αὐτὸν μὲν οὖν ὁρῶσα δυσμαθεῖς ἐμέ:? κουρὰν δ ἰδοῦσα τήνδε κηδείου τριχὸς ἰχνοσκοποῦσά τ ἐν στίβοισι τοῖς ἐμοῖς ἀνεπτερώθης κἀδόκεις ὁρᾶν ἐμέ. σκέψαι τομῇ προσθεῖσα βόστρυχον τριχὸς σαυτῆς ἀδελφοῦ σύμμετρον τὠμῷ κάρᾳ. ἰδοῦ δ ὕφασμα τοῦτο, σῆς ἔργον χερός, σπάθης τε πληγὰς ἠδὲ θήρειον γραφήν. ἔνδον γενοῦ, χαρᾷ δὲ μὴ κπλαγῇς φρένας: τοὺς φιλτάτους γὰρ οἶδα νῷν ὄντας πικρούς. ὦ φίλτατον μέλημα δώμασιν πατρός, δακρυτὸς ἐλπὶς σπέρματος σωτηρίου, ἀλκῇ πεποιθὼς δῶμ ἀνακτήσῃ πατρός. ὦ τερπνὸν ὄμμα τέσσαρας μοίρας ἔχον ἐμοί: προσαυδᾶν δ ἐστ ἀναγκαίως ἔχον πατέρα τε, καὶ τὸ μητρὸς ἐς σέ μοι ῥέπει στέργηθρον: ἡ δὲ πανδίκως ἐχθαίρεται: καὶ τῆς τυθείσης νηλεῶς ὁμοσπόρου: πιστὸς δ ἀδελφὸς ἦσθ, ἐμοὶ σέβας φέρων μόνος: Κράτος τε καὶ Δίκη σὺν τῷ τρίτῳ πάντων μεγίστῳ Ζηνὶ συγγένοιτό σοι. Ζεῦ Ζεῦ, θεωρὸς τῶνδε πραγμάτων γενοῦ: ἰδοῦ δὲ γένναν εὖνιν αἰετοῦ πατρός, θανόντος ἐν πλεκταῖσι καὶ σπειράμασιν δεινῆς ἐχίδνης. τοὺς δ ἀπωρφανισμένους νῆστις πιέζει λιμός: οὐ γὰρ ἐντελεῖς θήραν πατρῴαν προσφέρειν σκηνήμασιν. οὕτω δὲ κἀμὲ τήνδε τ, Ἠλέκτραν λέγω, ἰδεῖν πάρεστί σοι, πατροστερῆ γόνον, ἄμφω φυγὴν ἔχοντε τὴν αὐτὴν δόμων. καὶ τοῦ θυτῆρος καί σε τιμῶντος μέγα πατρὸς νεοσσοὺς τούσδ ἀποφθείρας πόθεν ἕξεις ὁμοίας χειρὸς εὔθοινον γέρας· οὔτ αἰετοῦ γένεθλ ἀποφθείρας, πάλιν πέμπειν ἔχοις ἂν σήματ εὐπιθῆ βροτοῖς: οὔτ ἀρχικός σοι πᾶς ὅδ αὐανθεὶς πυθμὴν βωμοῖς ἀρήξει βουθύτοις ἐν ἤμασιν. κόμιζ, ἀπὸ σμικροῦ δ ἂν ἄρειας μέγαν δόμον, δοκοῦντα κάρτα νῦν πεπτωκέναι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기